previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τιβέριος οὖν Σεμπρώνιος, ἀνὴρ δι᾽ ἀνδρείαν καὶ καλοκαγαθίαν οὐδενὸς ἧττον ἀγαπηθεὶς ὑπὸ Ῥωμαίων, ἀπέδειξε μὲν ὑπατεύων διαδόχους Σκηπίωνα Νασικᾶν καὶ Γάϊον Μάρκιον, ἤδη δὲ ἐχόντων αὐτῶν ἐπαρχίας καὶ στρατεύματα, ἱερατικοῖς ὑπομνήμασιν ἐντυχὼν εὗρεν ἠγνοημένον ὑφ᾽ αὑτοῦ τι τῶν πατρίων, ἦν δὲ τοιοῦτον: [2] ὅταν ἄρχων ἐπ᾽ ὄρνισι καθεζόμενος ἔξω πόλεως οἶκον σκηνὴν μεμισθωμένος ὑπ᾽ αἰτίας τινὸς ἀναγκασθῇ μήπω γεγονότων σημείων βεβαίων ἐπανελθεῖν εἰς πόλιν, ἀφεῖναι χρῆν τὸ προμεμισθωμένον οἴκημα καὶ λαβεῖν ἕτερον, ἐξ οὗ ποιήσεται τὴν θέαν αὖθις ἐξ ὑπαρχῆς, τοῦτο ἔλαθεν, ὡς ἔοικε, τὸν Τιβέριον, καὶ δὶς τῷ αὐτῷ χρησάμενος ἀπέδειξε τοὺς εἰρημένους ἄνδρας ὑπάτους. ὕστερον δὲ γνοὺς τὴν ἁμαρτίαν ἀνήνεγκε πρὸς τὴν σύγκλητον. [3] δὲ οὐ κατεφρόνησε τοῦ κατὰ μικρὸν οὕτως ἐλλείμματος, ἀλλ᾽ ἔγραψε τοῖς ἀνδράσι: καὶ ἐκεῖνοι τὰς ἐπαρχίας ἀπολιπόντες ἐπανῆλθον εἰς Ῥώμην ταχὺ καὶ κατέθεντο τὴν ἀρχήν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπράχθη: περὶ δὲ τοὺς αὐτοὺς [p. 446] ἐκείνους χρόνους καὶ δύο ἱερεῖς ἐπιφανέστατοι τὰς ἱερωσύνας ἀφῃρέθησαν, Κορνήλιος μὲν Κέθηγος ὅτι τὰ σπλάγχνα τοῦ ἱερείου παρὰ τάξιν ἐπέδωκε, [4] Κούϊντος δὲ Σουλπίκιος ἐπὶ τῷ θύοντος αὐτοῦ τὸν κορυφαῖον ἀπορρυῆναι τῆς κεφαλῆς πῖλον, ὃν οἱ καλούμενοι φλαμίνιοι φοροῦσι. Μινουκίου δὲ δικτάτορος ἵππαρχον ἀποδείξαντος Γάϊον Φλαμίνιον, ἐπεὶ τρισμὸς ἠκούσθη μυὸς ὃν σόρικα καλοῦσιν, ἀποψηφισάμενοι τούτους αὖθις ἑτέρους κατέστησαν, καὶ τὴν ἐν οὕτω μικροῖς ἀκρίβειαν φυλάττοντες οὐδεμιᾷ προσεμίγνυσαν δεισιδαιμονίᾳ, τῷ μηδὲν ἀλλάττειν μηδὲ παρεκβαίνειν τῶν πατρίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: