[4] ἐκ τούτου συμβαλόντες ἐμάχοντο. καὶ δοκεῖ παρὰ τὸ ἔργον ἀκαίρῳ στρατηγήματι χρώμενος ὁ Μάρκελλος σφαλῆναι. τοῦ γὰρ δεξιοῦ πονοῦντος ἐκέλευσεν ἓν τῶν ταγμάτων εἰς τοὔμπροσθεν προελθεῖν ἡ δὲ μετακίνησις αὕτη ταράξασα τοὺς μαχομένους παρέδωκε τὸ νίκημα τοῖς πολεμίοις, ἑπτακοσίων ἐπὶ δισχιλίοις Ῥωμαίων πεσόντων, [5] ἀναχωρήσας δὲ ὁ Μάρκελλος εἰς τὸν χάρακα καὶ συναγαγὼν τὸν στρατόν, ὁρᾶν ἔφη ' Ῥωμαίων ὅπλα πολλὰ καὶ σώματα, Ῥωμαῖον δὲ μηδένα ὁρᾶν. αἰτουμένων δὲ συγγνώμην οὐκ ἔφη διδόναι νενικημένοις, ἐὰν δὲ νικήσωσι, δώσειν [p. 508] αὔριον δὲ μαχεῖσθαι πάλιν, ὅπως οἱ πολῖται τὴν νίκην πρότερον ἢ τὴν φυγὴν ἀκούσωσι. [6] διαλεχθεὶς δὲ ταῦτα, προσέταξε ταῖς ἡττημέναις σπείραις ἀντὶ πυρῶν κριθὰς μετρῆσαι. δι᾽ ἃ πολλῶν ἀπὸ τῆς μάχης ἐπικινδύνως καὶ πονήρως ἐχόντων οὐδένα φασὶν ὃν οἱ Μαρκέλλου λόγοι τῶν τραυμάτων οὐχὶ μᾶλλον ἤλγυναν.