previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἅμα δὲ ἡμέρᾳ προὔκειτο μὲν φοινικοῦς χιτὼν, ὡς εἴωθε, μάχης ἐσομένης σύμβολον, αἱ δὲ ἠτιμασμέναι σπεῖραι τὴν πρώτην αὐταὶ δεηθεῖσαι τάξιν ἐλάμβανον, τὴν δὲ ἄλλην ἐξάγοντες οἱ χιλίαρχοι στρατιὰν παρενέβαλλον, ἀκούσας δὲ Ἀννίβας, ‘ Ἡράκλεις,’ εἶπε, ‘τί χρήσεταί τις ἀνθρώπῳ μήτε τὴν χείρονα τύχην μήτε τὴν βελτίονα φέρειν εἰδότι; μόνος γὰρ οὗτος οὔτε νικῶν δίδωσιν ἀνάπαυσιν οὔτε λαμβάνει νικώμενος, ἀλλ᾽ ἀεὶ μαχησόμεθα πρὸς τοῦτον, ὡς ἔοικεν, [2] τοῦ τολμᾶν ἀεὶ καὶ τὸ θαρρεῖν εὐτυχοῦντι καὶ σφαλλομένῳ τὸ αἰδεῖσθαι πρόφασίς ἐστιν.’ ἐκ τούτου συνῄεσαν αἱ δυνάμεις: καὶ τῶν ἀνδρῶν ἴσα φερομένων ἐκέλευσεν Ἀννίβας τὰ θηρία καταστήσαντας εἷς πρώτην τάξιν ἐπάγειν τοῖς ὅπλοις τῶν Ῥωμαίων, ὠθισμοῦ δὲ μεγάλου καὶ ταραχῆς εὐθὺς ἐν τοῖς πρώτοις γενομένης, εἷς τῶν χιλιάρχων ὄνομα Φλάβιος ἀναρπάσας σημαίαν ὑπηντίαζε καὶ τῷ στύρακι τὸν πρῶτον ἐλέφαντα τύπτων ἀπέστρεφεν. [3] δὲ ἐμβαλὼν εἷς τὸν ὀπίσω συνετάραξε καὶ τοῦτον καὶ τοὺς ἐπιφερομένους, κατιδὼν δὲ τοῦτο Μάρκελλος ἐκέλευσε τοὺς ἱππεῖς ἐλαύνειν ἀνὰ κράτος [p. 510] πρὸς τὸ θορυβούμενον καὶ ποιεῖν ἔτι μᾶλλον αὑτοῖς περιπετεῖς τοὺς πολεμίους, οὗτοί τε δὴ λαμπρῶς ἐμβαλόντες ἀνέκοπτον ἄχρι τοῦ στρατοπέδου τοὺς Καρχηδονίους, καὶ τῶν θηρίων τὰ κτεινόμενα καὶ πίπτοντα τὸν πλεῖστον αὐτῶν φόνον ἀπειργάζετο. [4] λέγονται γὰρ ὑπὲρ ὀκτακισχιλίους ἀποθανεῖνῬωμαίων δὲ νεκροὶ μὲν ἐγένοντο τρισχίλιοι, τραυματίαι δὲ ὀλίγου δεῖν ἅπαντες. καὶ τοῦτο παρέσχεν Ἀννίβᾳ καθ᾽ ἡσυχίαν ἀναστάντι νυκτὸς ἆραι πορρωτάτω τοῦ Μαρκέλλου. διώκειν γὰρ οὐκ ἦν δυνατὸς ὑπὸ πλήθους τῶν τετρωμένων, ἀλλὰ κατὰ σχολὴν εἷς Καμπανίαν ἀνέζευξε, καὶ τὸ θέρος ἐν Σινοέσσῃ διῆγεν ἀναλαμβάνων τοὺς στρατιώτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: