800Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν
οἰωνοὺς κρίνας, οἳ ἐπ᾽ ἔργματι τούτῳ ἄριστοι.
πέμπτας δ᾽ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί:
ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν
Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμ᾽ ἐπιόρκοις.
805Μέσσῃ δ᾽ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν
εὖ μάλ᾽ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ
βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα
νήιά τε ξύλα πολλά, τά τ᾽ ἄρμενα νηυσὶ πέλονται.
τετράδι δ᾽ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
810
εἰνὰς δ᾽ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,
πρωτίστη δ᾽ εἰνὰς παναπήμων ἀνθρώποισιν:
ἐσθλὴ μὲν γάρ θ᾽ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι
ἀνέρι τ᾽ ἠδὲ γυναικί: καὶ οὔποτε πάγκακον ἦμαρ.
παῦροι δ᾽ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
815ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι
βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,
νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον
εἰρύμεναι: παῦροι δέ τ᾽ ἀληθέα κικλῄσκουσιν.
τετράδι δ᾽ οἶγε πίθον: περὶ πάντων ἱερὸν ἦμαρ
820μέσση: παῦροι δ᾽ αὖτε μετ᾽ εἰκάδα μηνὸς ἀρίστην
ἠοῦς γιγνομένης: ἐπὶ δείελα δ᾽ ἐστὶ χερείων.
αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγ᾽ ὄνειαρ,
αἱ δ᾽ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
ἄλλος δ᾽ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
825ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.
τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα
εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,
ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.