ἄλλος δ᾽ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν:
ἦμος δὴ τὸ πρῶτον, ὅσον τ᾽ ἐπιβᾶσα κορώνη
680ἴχνος ἐποίησεν, τόσσον πέταλ᾽ ἀνδρὶ φανείῃ
ἐν κράδῃ ἀκροτάτῃ, τότε δ᾽ ἄμβατός ἐστι θάλασσα:
εἰαρινὸς δ᾽ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε
αἴνημ᾽: οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν:
ἁρπακτός: χαλεπῶς κε φύγοις κακόν: ἀλλά νυ καὶ τὰ
685ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο:
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
δεινὸν δ᾽ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σ᾽ ἄνωγα
φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
μηδ᾽ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι:
690ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.
δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.
δεινὸν δ᾽, εἴ κ᾽ ἐπ᾽ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.
μέτρα φυλάσσεσθαι: καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστος.
695
ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,
μήτε τριηκόντων ἐτέων μάλα πόλλ᾽ ἀπολείπων
μήτ᾽ ἐπιθεὶς μάλα πολλά: γάμος δέ τοι ὥριος οὗτος:
ἡ δὲ γυνὴ τέτορ᾽ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
παρθενικὴν δὲ γαμεῖν, ὥς κ᾽ ἤθεα κεδνὰ διδάξῃς.
700τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει,
πάντα μάλ᾽ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ᾽ ἄμεινον
τῆς ἀγαθῆς, τῆς δ᾽ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
δειπνολόχης: ἥτ᾽ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
705εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.