previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εὖ δ᾽ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.
μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον:
εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.
μηδὲ ψεύδεσθαι γλώσσης χάριν: εἰ δὲ σέ γ᾽ ἄρχῃ
710 τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,
δὶς τόσα τίνυσθαι μεμνημένος: εἰ δὲ σέ γ᾽ αὖτις
ἡγῆτ᾽ ἐς φιλότητα, δίκην δ᾽ ἐθέλῃσι παρασχεῖν,
δέξασθαι: δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.
715

μηδὲ πολύξεινον μηδ᾽ ἄξεινον καλέεσθαι,
μηδὲ κακῶν ἕταρον μηδ᾽ ἐσθλῶν νεικεστῆρα.

μηδέ ποτ᾽ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
τέτλαθ᾽ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
720φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
εἰ δὲ κακὸν εἴποις, τάχα κ᾽ αὐτὸς μεῖζον ἀκούσαις.

μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι
ἐκ κοινοῦ: πλείστη δὲ χάρις, δαπάνη τ᾽ ὀλιγίστη.

μηδέ ποτ᾽ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον
725χερσὶν ἀνίπτοισιν μηδ᾽ ἄλλοις ἀθανάτοισιν:
οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τ᾽ ἀράς.

μηδ᾽ ἄντ᾽ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν:
αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τ᾽ ἀνιόντα:
μήτ᾽ ἐν ὁδῷ μήτ᾽ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς
730μηδ᾽ ἀπογυμνωθείς: μακάρων τοι νύκτες ἔασιν:
ἑζόμενος δ᾽ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.

μηδ᾽ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλ᾽ ἀλέασθαι.
735μηδ᾽ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα
σπερμαίνειν γενεήν, ἀλλ᾽ ἀθανάτων ἀπὸ δαιτός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: