previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μηδέ ποτ᾽ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ
ποσσὶ περᾶν, πρίν γ᾽ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,
χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
740ὃς ποταμὸν διαβῇ κακότητ᾽ ἰδὲ χεῖρας ἄνιπτος,
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.

μηδ᾽ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.

μηδέ ποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε
745πινόντων: ὀλοὴ γὰρ ἐπ᾽ αὐτῷ μοῖρα τέτυκται.

μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.

μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
ἔσθειν μηδὲ λόεσθαι: ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
750

μηδ᾽ ἐπ᾽ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,
παῖδα δυωδεκαταῖον, ὅτ᾽ ἀνέρ᾽ ἀνήνορα ποιεῖ,
μηδὲ δυωδεκάμηνον: ἴσον καὶ τοῦτο τέτυκται.
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
ἀνέρα: λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ᾽ ἐπὶ καὶ τῷ
755ποινή. μηδ᾽ ἱεροῖσιν ἐπ᾽ αἰθομένοισι κυρήσας
μωμεύειν ἀίδηλα: θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
μηδέ ποτ᾽ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
μηδ᾽ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ᾽ ἐξαλέασθαι:
μηδ᾽ ἐναποψύχειν: τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
760

ὧδ᾽ ἔρδειν: δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.
φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι
ῥεῖα μάλ᾽, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ᾽ ἀποθέσθαι.
φήμη δ᾽ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ
λαοὶ φημίξωσι: θεός νύ τίς ἐστι καὶ αὐτή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: