εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
480ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,
ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
οἴσεις δ᾽ ἐν φορμῷ: παῦροι δέ σε θηήσονται.
ἄλλοτε δ᾽ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
ἀργαλέος δ᾽ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
485εἰ δέ κεν ὄψ᾽ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη:
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ᾽ ἀπείρονα γαῖαν,
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ᾽ ἀπολήγοι,
μήτ᾽ ἄρ᾽ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ᾽ ἀπολείπων:
490οὕτω κ᾽ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.
ἐν θυμῷ δ᾽ εὖ πάντα φυλάσσεο: μηδέ σε λήθοι
μήτ᾽ ἔαρ γιγνόμενον πολιὸν μήθ᾽ ὥριος ὄμβρος.
πὰρ δ᾽ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
495ἰσχάνει, ἔνθα κ᾽ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
πολλὰ δ᾽ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
500ἐλπὶς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος:
οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.