τύνη δ᾽, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι
ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
νῆ᾽ ὀλίγην αἰνεῖν, μεγάλῃ δ᾽ ἐνὶ φορτία θέσθαι.
μείζων μὲν φόρτος, μεῖζον δ᾽ ἐπὶ κέρδεϊ κέρδος
645ἔσσεται, εἴ κ᾽ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
εὖτ᾽ ἂν ἐπ᾽ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
650οὐ γάρ πώ ποτε νηί γ᾽ ἐπέπλων εὐρέα πόντον,
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτ᾽ Ἀχαιοὶ
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
ἔνθα δ᾽ ἐγὼν ἐπ᾽ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
655Χαλκίδα τ᾽ εἲς ἐπέρησα: τὰ δὲ προπεφραδμένα πολλὰ
ἄεθλ᾽ ἔθεσαν παῖδες μεγαλήτορος: ἔνθα μέ φημι
ὕμνῳ νικήσαντα φέρειν τρίποδ᾽ ὠτώεντα.
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσ᾽ ἀνέθηκα,
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
660τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων:
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο:
Μοῦσαι γάρ μ᾽ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
665ὡραῖος πέλεται θνητοῖς πλόος: οὔτε κε νῆα
καυάξαις οὔτ᾽ ἄνδρας ἀποφθείσειε θάλασσα,
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι:
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
670τῆμος δ᾽ εὐκρινέες τ᾽ αὖραι καὶ πόντος ἀπήμων:
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
ἑλκέμεν ἐς πόντον φόρτον τ᾽ ἐς πάντα τίθεσθαι,
σπεύδειν δ᾽ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι:
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
675καὶ χειμῶν᾽ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,
ὅστ᾽ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.