370
μισθὸς δ᾽ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.
375ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ᾽ ὅ γε φηλήτῃσιν.
μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.
γηραιὸς δὲ θάνοις ἕτερον παῖδ᾽ ἐγκαταλείπων.
ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.
380πλείων μὲν πλεόνων μελέτη, μείζων δ᾽ ἐπιθήκη.
σοὶ δ᾽ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,
ὧδ᾽ ἔρδειν, καὶ ἔργον ἐπ᾽ ἔργῳ ἐργάζεσθαι.
πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
ἄρχεσθ᾽ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
385αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης
ἐγγύθι ναιετάουσ᾽, οἵ τ᾽ ἄγκεα βησσήεντα,
390πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον
ναίουσιν: γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
γυμνὸν δ᾽ ἀμάειν, εἴ χ᾽ ὥρια πάντ᾽ ἐθέλῃσθα
ἔργα κομίζεσθαι Δημήτερος: ὥς τοι ἕκαστα
ὥρι᾽ ἀέξηται, μή πως τὰ μέταζε χατίζων
395πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.
ὡς καὶ νῦν ἐπ᾽ ἔμ᾽ ἦλθες: ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
οὐδ᾽ ἐπιμετρήσω: ἐργάζευ, νήπιε Πέρση,
ἔργα, τά τ᾽ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
400ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ᾽ ἀμελῶσιν.
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι: ἢν δ᾽ ἔτι λυπῇς,
χρῆμα μὲν οὐ πρήξεις, σὺ δ᾽ ἐτώσια πόλλ᾽ ἀγορεύσεις:
ἀχρεῖος δ᾽ ἔσται ἐπέων νομός. ἀλλά σ᾽ ἄνωγα
φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ᾽ ἀλεωρήν.