765Ἤματα δ᾽ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν
πεφραδέμεν δμώεσσι: τριηκάδα μηνὸς ἀρίστην
ἔργα τ᾽ ἐποπτεύειν ἠδ᾽ ἁρμαλιὴν δατέασθαι.
αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,
εὖτ᾽ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.
770Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ:
τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ:
ὀγδοάτη δ᾽ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς
ἔξοχ᾽ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι:
ἑνδεκάτη δὲ δυωδεκάτη τ᾽, ἄμφω γε μὲν ἐσθλαί,
775ἠμὲν ὄις πείκειν ἠδ᾽ εὔφρονα καρπὸν ἀμᾶσθαι:
ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ᾽ ἀμείνων:
τῇ γάρ τοι νῇ νήματ᾽ ἀερσιπότητος ἀράχνης
ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται:
τῇ δ᾽ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
780Μηνὸς δ᾽ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι
σπέρματος ἄρξασθαι: φυτὰ δ᾽ ἐνθρέψασθαι ἀρίστη.
ἕκτη δ᾽ ἡ μέσση μάλ᾽ ἀσύμφορός ἐστι φυτοῖσιν,
ἀνδρογόνος δ᾽ ἀγαθή: κούρῃ δ᾽ οὐ σύμφορός ἐστιν,
οὔτε γενέσθαι πρῶτ᾽ οὔτ᾽ ἂρ γάμου ἀντιβολῆσαι.
785οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι
ἄρμενος, ἀλλ᾽ ἐρίφους τάμνειν καὶ πώεα μήλων
σηκόν τ᾽ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ:
ἐσθλὴ δ᾽ ἀνδρογόνος: φιλέοι δ᾽ ὅ γε κέρτομα βάζειν
ψεύδεά θ᾽ αἱμυλίους τε λόγους κρυφίους τ᾽ ὀαρισμούς.
790μηνὸς δ᾽ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον
ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
εἰκάδι δ᾽ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα
γείνασθαι: μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
ἐσθλὴ δ᾽ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς
795μέσση: τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς
πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ
τετράδ᾽ ἀλεύασθαι φθίνοντός θ᾽ ἱσταμένου τε
ἄλγε᾽ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.