Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες
οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις.
Ξενοφῶν
μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατ᾽ ἀμφοτέρους
τοὺς χαρακτῆρας,
τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν.
πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο
καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας:
τήν τε Κύρου παιδείαν,
εἰκόνα βασιλέως
ἀγαθοῦ καὶ εὐδαίμονος:
καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου,
ᾧ καὶ αὐτὸς συνανέβη,
μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων:
καὶ
τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ
Θουκυδίδης,
ἐν ᾗ καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ
τείχη τῶν Ἀθηναίων,
ἃ Λακεδαιμόνιοι καθεῖλον,
αὖθις
[2]
ἀνίσταται.
οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος
ἐπαινεῖσθαι ζηλωτὴς Ἡροδότου γενόμενος,
ἀλλὰ καὶ
τῆς οἰκονομίας:
ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε,
μεμέρικέν τε καλῶς καὶ τέταχεν
καὶ πεποίκιλκε τὴν γραφήν.
ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές,
ἁπάσαις
τε συλλήβδην κεκοσμημένον ἀρεταῖς:
καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος.
[3]
ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ [p. 242]
ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς
καὶ σαφὴς καὶ ἐναργὴς καθάπερ ἐκεῖνος: ἐκλέγει δὲ
ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ
συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ
ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν
[4]
Ἡρόδοτος ἔχει: οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρ᾽ αὐτοῦ
λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν,
ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται ** μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν
πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς, ἀλλ᾽ ἐν πολλοῖς ὀλίγωρός
ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.