previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει II 90 K' 'τόνδε τὸν τρόπον:
μακάριόν ἐστιν τραγῳδία
ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι
ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,
πρὶν καί τιν᾽ εἰπεῖν: ὥσθ᾽ ὑπομνῆσαι μόνον
δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ φῶ ......
τὰ δ᾽ ἄλλα πάντ᾽ ἴσασιν: πατὴρ Λάιος,
μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,
τί πείσεθ᾽ οὗτος, τί πεποίηκεν. ἂν πάλιν
εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία
πάντ᾽ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε
τὴν μητέρ᾽, ἀγανακτῶν δ᾽ Ἄδραστος εὐθέως
ἥξει πάλιν τ᾽ ἄπεισι ..............
ἔπειθ᾽ ὅταν μηθὲν δύνωντ᾽ εἰπεῖν ἔτι,
κομιδῇ δ᾽ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,
αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν,
καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει.
ἡμῖν δὲ ταῦτ᾽ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ
εὑρεῖν, ὀνόματα καινά, ............
............ κἄπειτα τὰ διῳκημένα
πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,
τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ
Χρέμης τις Φείδων τις, ἐκσυρίττεται:
Πηλεῖ δὲ ταῦτ᾽ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.
Δίφιλος δ᾽ ἐν Ἐλαιωνηφρουροῦσι II 549 K':'
τόνδ᾽ ἐποπτεύουσα καὶ κεκτημένη
Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον,
Λητοῦς Διός τε τοξόδαμνε παρθένε,
ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.

Τιμοκλῆς κωμῳδιοποιὸς κατὰ πολλὰ χρησίμην εἶναι λέγων τῷ βίῳ τὴν τραγῳδίαν φησὶν ἐν Διονυσιαζούσαις II 453 K':'

ὦτάν, ἄκουσον, ἤν τί σοι μέλλω λέγειν.
ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,
καὶ πολλὰ λυπήρ᾽ βίος ἐν ἑαυτῷ φέρει.
παραψυχὰς οὖν φροντίδων ἀνεύρετο
ταύτας: γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν
πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει
μεθ᾽ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.
τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει
ὡς ὠφελοῦσι πάντας. μὲν ὢν γὰρ πένης
πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον
γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει.
νοσῶν δὲ μανικῶς Ἀλκμέων᾽ ἐσκέψατο:
ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί.
τέθνηκέ τῳ παῖς, Νιόβη κεκούφικε.
χωλός τίς ἐστιν, τὸν Φιλοκτήτην ὁρᾷ.
γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.
ἅπαντα γὰρ τὰ μείζον᾽ πέπονθέ τις
ἀτυχήματ᾽ ἄλλοις γεγονότ᾽ ἐννοούμενος
τὰς αὐτὸς αὑτοῦ συμφορὰς ῥᾷον φέρει.

καὶ ἡμεῖς οὖν, Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς Κοθωκίδης φησὶ ῥήτωρ 3, 83' 'Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι II 80 K' 'παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον:

δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς
ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν
τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
Ἄλεξις δὲ ἐν Στρατιώτῃ II 373 K':'
ἀπόλαβε
τουτί. Β. τί τοῦτο δ᾽ ἐστίν; Α. παρ᾽ ὑμῶν ἐγὼ
παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν.
Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ
ἡμέτερον. Β. οὐδ᾽ ἡμέτερον. Α. ἀλλ᾽ ἐδώκατε
ὑμεῖς ἐμοὶ τοῦτ᾽. Β. οὐδ᾽ ἐδώκαμεν. Α. τί δαί;
Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
καὶ ἐν Ἀδελφοῖς II 299 K':'
ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι.
Β. οὐκ, ἀλλ᾽ ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ II 265 K':'
καὶ τὰς παλαίστρας δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε
δῷς, ἀλλ᾽ ἀπόδος. Α. καὶ δὴ φέρουσ᾽ ἐξέρχομαι.
Τιμοκλῆς δ᾽ ἐν Ἥρωσιν II 457 K':'
οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον
τὰ προσόντα φράζειν. Β. πάνυγε. Α. δράσω τοῦτό σοι.
καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης
ὀργιζόμενος. Β. ποῖος Βριάρεως;
Α. τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,
μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε
ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ᾽ Ἄρη βλέπων.
κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.

ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν: μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ἴσον ἴσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ᾽ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ᾽ ἐκ Πύργων: πόλις δ᾽ αὕτη Τυρρηνική. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδ᾽ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων: περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν II 79 K':'

ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας
εἶναί τι λογοποίημα: πρὸς ἀγορὰν δ᾽ ὅταν
ἔλθω, πεπίστευκ᾽: ἐμβλέπων γὰρ αὐτόθι
τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι:
ὥστ᾽ ἐξ ἀνάγκης ἔστ᾽ ἀποστραφέντι μοι
λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον
ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.

Ἄμφις δ᾽ ἐν Πλάνῳ II 244 K':'
πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστιν μυρίαις
μοίραις προσελθόντ᾽ ἀξιωθῆναι λόγου
λαβεῖν τ᾽ ἀπόκρισιν <ὧν> ἂν ἐπερωτᾷ τις
πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ.
οὓς ἂν ἐπερωτήσῃ τις λαβών τι τῶν
παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος
πρῶτον σιωπῇ ῾καὶ δικαίως τοῦτό γε:
ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγᾠ,
ὡσεὶ προσέχων δ᾽ οὐδὲν οὐδ᾽ ἀκηκοὼς
ἔκρουσε πουλύπουν τιν᾽: δ᾽ ἐπρήσθη ....
............ καὶ τότ᾽ οὐ λαλῶν ὅλα
τὰ ῥήματ᾽, ἀλλὰ συλλαβὴν ἀφελὼντάρων
βολῶν γένοιτ᾽ ἄν:' δὲ κέστρα; ‘κτὼ βολῶν.'
τοιαῦτ᾽ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.
Ἄλεξις Ἀπεγλαυκωμένῳ II 303 K':'
τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω
ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν,
οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους
ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.
τοὺς δ᾽ ἰχθυοπώλας τοὺς κάκιστ᾽ ἀπολουμένους
ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ᾽ ὀφρῦς
ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι.
ἐὰν δ᾽ ἐρωτήσῃςπόσου τοὺς κεστρέας
πωλεῖς δύ᾽ ὄντας,' ‘δέκ᾽ ὀβολῶν,' φησίν. ‘βαρύ.
ὀκτὼ λάβοις ἄν;εἴπερ ὠνεῖ τὸν ἕτερον.'
ὦτάν, λαβὲ καὶ μὴ παῖζε.' ‘τοσουδί; παράτρεχε.'
ταῦτ᾽ οὐχὶ πικρότερ᾽ ἐστὶν αὐτῆς τῆς χολῆς;

Δίφιλος Πολυπράγμονι II 562 K':'
ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.
τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων
ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.
ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,
κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ,
ὡς φησίν: οὐ διὰ τοῦτό γ᾽, ἀλλ᾽ ἐστιγμένος
πρὸ τοῦ μετώπου παραπέτασμ᾽ αὐτὴν ἔχει.
οὗτος ἀποκρίνετ᾽, ἂν ἐρωτήσῃςπόσου
λάβραξ᾽, ‘δέκ᾽ ὀβολῶν᾽, οὐχὶ προσθεὶς ὁποδαπῶν.
ἔπειτ᾽ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς,
ἐπράξατ᾽ Αἰγιναῖον: ἂν δ᾽ αὐτὸν δέῃ
κέρματ᾽ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.
κατ᾽ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.
Ξέναρχος Πορφύρᾳ II 470 K':'
οἱ μὲν ποιηταὶ ῾φησἲ λῆρός εἰσιν: οὐδὲ ἓν
καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει
ἕκαστος αὐτῶν ταὔτ᾽ ἄνω τε καὶ κάτω.
τῶν δ᾽ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον.
ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ᾽ ἔστ᾽ ἐξουσία
ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ,
εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην
ἐποίησ᾽ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ.
ἦσαν δὲ πληγαί, καιρίαν δ᾽ εἰληφέναι
δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις
ὕδωρ <ὕδωρ.>' δ᾽ εὐθὺς ἐξάρας πρόχουν
τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν.
εἴποις γ᾽ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.

ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων II 76 K':'

οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων
ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν
αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις
εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι
τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις
σήπονθ᾽, ἕωλοι κείμενοι δύ᾽ ἡμέρας
τρεῖς. μόλις δ᾽ ἐάν ποτ᾽ ὠνητὴν τυφλὸν
λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν
τούτῳ: κομίσας δ᾽ ἐξέβαλεν ... οἴκαδε,
τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών.
ἐν δὲ Φιλοθηβαίῳ φησίν II 107 K':'
οὐ δεινόν ἐστι, προσφάτους μὲν ἂν τύχῃ
πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς
τοῦτον σκυθρωπάζοντά θ᾽ ἡμῖν προσλαλεῖν,
ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;
τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν:
τὸν μὲν γελᾶν, τὸν δ᾽ ἕτερον οἰμώζειν μακρά.
ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησίν II 330 K':'
νὴ τὴν Ἀθηνᾶν, ἀλλ᾽ ἐγὼ τεθαύμακα
τοὺς ἰχθυοπώλας, πῶς ποτ᾽ οὐχὶ πλούσιοι
ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
φόρους: <Β. φόρους> μόνον; οὐχὶ δεκατεύουσι γὰρ
τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
ὅλας δ᾽ ἀφαιροῦνται καθ᾽ ἑκάστην ἡμέραν;

κἀν τῷ Λέβητι δέ φησιν αὐτὸς ποιητής II 342 K':'
οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου
Ἀριστονίκου ....................
........... τίθησι γὰρ νυνὶ νόμον,
τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι
ἰχθὺν ὑποτιμήσας ἀποδῶτ᾽ ἐλάττονος
ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον
εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδωκότες
τῆς ἀξίας ἀγαπῶσιν τῆς ἑσπέρας
σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.
κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον
πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον.
καὶ προελθὼν δέ φησιν:
οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς
Ἀριστονίκου νομοθέτης: τά τ᾽ ἄλλα γὰρ
νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ
νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ
χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι
τοὺς ἰχθυοπώλας, διὰ τέλους δ᾽ ἑστηκότας:
εἶτ᾽ εἰς νέωτά φησι γράψειν κρεμαμένους,
καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους
ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.

ἐμφανίζει δ᾽ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ <τὸ> μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων II 75 K':'

εἶτ᾽ οὐ σοφοὶ δῆτ᾽ εἰσὶν οἱ Σκύθαι σφόδρα,
οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις
διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα;
Β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους
καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον <κακὸν
οὐκ ἂν γένοιτο. Α. μετά> γε μαίας νὴ Δία:
αὗται δ᾽ ὑπερβάλλουσι. Β. μετά γε νὴ Δία
τοὺς μητραγυρτοῦντάς γε: πολὺ γὰρ αὖ γένος
μιαρώτατον τοῦτ᾽ ἐστίν. Α. εἰ μὴ νὴ Δία
τοὺς ἰχθυοπώλας τις βούλεται λέγειν
.... Β. μετά γε τοὺς τραπεζίτας: ἔθνος
τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.

οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε II 551 K':'

οὐ πώποτ᾽ ἰχθῦς οἶδα τιμιωτέρους
ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
γόγγρον μὲν, ὥσπερ Πρίαμος τὸν Ἕκτορα,
ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην.
Ἄλεξις δ᾽ ἐν Ἑλληνίδι II 321 K':'
ἀεὶ δὲ καὶ ζῶντ᾽ ἐστὶ καὶ τεθνηκότα
τἀν τῇ θαλάττῃ πολέμι᾽ ἡμῖν θηρία.
ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται,
ληφθῇ νέων τις, καταπεπώκασ᾽ εὐθέως.
αὐτοί τ᾽ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.
ἐξ ὀνόματος δ᾽ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως I 684 K':'
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος
Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν.
καὶ Ἄλεξις δ᾽ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει II 322 K'.'

εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον οἱ ἄριστοι τῶν στρατηγῶν: παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα II 146 K':'

τῶν ζωγράφων μὲν καλὴ χειρουργία
ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται:
αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται
ἀπὸ τοῦ ταγήνου τ᾽ εὐθέως ἀφανίζεται.
ἐπὶ τίνα δ᾽ ἄλλην τέχνην, χρηστὲ σύ,
τὰ στόματα τῶν νεωτέρων κατακάετ᾽
ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ
πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν,
ἀλλ᾽ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ
εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν
φρυκτοὺς καταλαβὼν κορακίνους ὠνίους
μαινίδ᾽; ὡραῖον δὲ μειρακύλλιον
ποίαις ἐπῳδαῖς λόγοις ἁλίσκεται
τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
<τὴν> τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται
ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη,
ἄγουσ᾽ ὑπ᾽ αὐτὰ σώματ᾽ ἀρίστου πύλας,
ἀσύμβολον κλίνειν τ᾽ ἀναγκάζει φύσιν.

πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ II 322 K':'

ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ
ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ᾽ εὐπορεῖ,
τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ
γυμνοὺς ἅπαντας. εἶτ᾽ ἐπάν τις ἐκδυθῇ,
τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν:
ὃν ἂν δ᾽ ἴδῃ πρῶτον πένητα καὶ νέον
παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,
ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
Δίφιλος δ᾽ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον II 549 K':'
νόμιμον τοῦτ᾽ ἐστί, βέλτιστ᾽, ἐνθάδε
Κορινθίοισιν, ἄν τιν᾽ ὀψωνοῦντ᾽ ἀεὶ
λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν
ζῇ καὶ τί ποιῶν: κἂν μὲν οὐσίαν ἔχῃ,
ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα,
ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον:
ἐὰν δ᾽ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ,
ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι.
ὃς ἂν δὲ μὴ πίθητ᾽, ἐπέβαλον ζημίαν.
ἐὰν δὲ μηδ᾽ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς,
τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις.
Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος
τοῦτον, συνιεῖς, ἀλλ᾽ ἀναγκαίως ἔχει
λωποδυτεῖν τὰς νύκτας τοιχωρυχεῖν
τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν
συκοφαντεῖν κατ᾽ ἀγορὰν μαρτυρεῖν
ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος.
Β. ὀρθῶς γε νὴ Δί᾽. ἀλλὰ δὴ τί τοῦτ᾽ ἐμοί;
Α. ὁρῶμεν ὀψωνοῦνθ᾽ ἑκάστης ἡμέρας
οὐχὶ μετρίως, βέλτιστέ, σ᾽, ἀλλ᾽ ὑπερηφάνως.
οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν,
συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν,
περὶ τῶν σελίνων μαχόμεθ᾽, ὥσπερ Ἰσθμίοις.
λαγώς τις εἰσελήλυθ᾽: εὐθὺς ἥρπακας.
πέρδικα δ᾽ κίχλην γε νὴ Δί᾽ οὐκ<έτι>
ἔστιν δι᾽ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν,
τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.
τὸ δὲ ἔθος τοῦτο καὶ Ἀθήνησιν εἶναι ἀξιοῖ Σώφιλος ἐν Ἀνδροκλεῖ ib. 445' 'ὀψονόμους ἀξιῶν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύ᾽ καὶ τρεῖς. Λυγκεὺς δ᾽ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέργαψε πρός τινα δυσώνην, διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς, ἔτι δὲ ἀλύπως ὠνεῖσθαι βούλεται.

ἐκ τούτων πάλιν τῶν λεχθέντων τὰς ἀκάνθας ἀναλεξάμενος Οὐλπιανὸςεἰ ἔχομεν᾽, ἔφη, ‘δεῖξαι ἀργυροῖς σκεύεσιν ἐν τοῖς δείπνοις χρωμένους τοὺς ἀρχαίους καὶ εἰ πίναξ Ἑλληνικὸν ὄνομα. Ὁμήρου γὰρ εἰπόντος ἐν Ὀδυσσείᾳ:

τοῖσιν δ᾽ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης,

Ἀριστοφάνης Βυζάντιος p. 31 N' 'νεώτερόν φησιν εἶναι τὸ ἐπὶ πινάκων παρατιθέναι τὰ ὄψα, ἀγνοῶν ὅτι κἀν ἄλλοις εἴρηκεν ποιητής:

δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.

ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, ἵνα μὴ πάντα πίνωμεν καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι [ἢ] κόλακες.'

πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο: ‘πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις: τήγανον δέ, βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως I 173 K':'

ἀπὸ τηγάνου τ᾽ ἔφασκεν ἀφύας φαγεῖν.
καὶ ἐν Πέρσαις αὐτός I 182 K':'
ἐπὶ τηγάνοις καθίσανθ᾽ ὑφάπτειν τοῦ φλέω.
Φιλωνίδης δ᾽ ἐν Κοθόρνοις I 255 K':'
ὑποδέχεσθαι καὶ βατίσι καὶ τηγάνοις,
καὶ πάλιν:
ὀσφρομένην τῶν τηγάνων.
Εὔβουλος δ᾽ ἐν Ὀρθάννῃ II 191, 7 K':'
ῥιπὶς δ᾽ ἐγείρει φύλακας Ἡφαίστου κύνας
θερμῇ παροξύνουσα τηγάνου πνοῇ.
καὶ πάλιν:
πᾶσα δ᾽ εὔμορφος γυνὴ
ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ.
καὶ ἐν Τιτᾶσι II 203 K':'
προσγελῶσά τε
λοπὰς παφλάζει βαρβάρῳ λαλήματι:
πηδῶσι δ᾽ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
τοῦ δὲ ῥήματος μέμνηται Φρύνιχος ἐν Τραγῳδοῖς I 384 K':'
ἡδὺ δ᾽ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί I 181 K':'
σὺ δ᾽ ἀποτηγανίζεις.
Ἡγήσανδρος δ᾽ Δελφὸς FHG IV 420' 'Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον: διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ:
τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ,
τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦτστοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων fr. 26 B':' ‘χεῖρά τ᾽ ἐν ἠγάνῳ βαλεῖν᾽.

εἰς ἐπίστασιν δέ με ἄγει, καλὲ Οὐλπιανέ, περὶ τῆς τῶν ἀργυρωμάτων χρήσεως τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον II 391 K':'

ὅπου γάρ ἐστιν κέραμος μισθώσιμος
τοῖς μαγείροις.
μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ἐμὸς Ἰόβας FHG III 472'.' μεταβαλόντων δ᾽ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ᾽ ἀπεδίδοτο τὰ ἀποφόρητα τοῖς δειπνοῦσι: καὶ τοῦτ᾽ ἦν τὸ πολυτελέστατον: εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν Κλεοπάτρα. Πτολεμαῖος δ᾽ βασιλεὺς ἐν ὀγδόῳ ὑπομνημάτων ib. 187' 'περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος τοῦ Λιβύων βασιλέως φησὶ τάδε: ‘δεῖπνα Ῥωμαικῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ: τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς: τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις: μουσικοῖς δὲ ἐχρῆτο Ἑλληνικοῖς.'

Ἀριστοφάνης δὲ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεως ib. IV 425' '—πεντεκαίδεκα δ᾽ ἐστὶ ταῦτα βιβλίαΝαυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ [τῷ] δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί v. 812':'

ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
χαλκῆ γέγονε: τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ᾽ ὁρᾶν.
δ᾽ ἰπνὸς γέγον᾽ <ἡμῖν> ἐξαπίνης ἐλεφάντινος.
Πλάτων δ᾽ ἐν Πρέσβεσι I 633 K':'
κατέλαβον Ἐπικράτης τε καὶ Φορμίσιος
παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,
ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.
Σώφρων δ᾽ ἐν γυναικείοις μίμοις φησί fr. 19 Bo':' ‘τῶν δὲ χαλκωμάτων καὶ τῶν ἀργυρωμάτων ἐμάρμαιρε οἰκία.'

Φιλιππίδης δ᾽ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων IV 469 M':'

ἀλλ᾽ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων,
ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω
ἐλευθέρους, μαστιγίας δ᾽ ἀπ᾽ ἀργυροῦ
πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε
δυεῖν ὀβολῶν ἔσθοντας τριωβόλου
καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ
ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ.
πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν
ἐργῶδες ἀμέλει. Β. τοῦτο μὲν καὶ νῦν ἔτι:
ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
Ἄλεξις δ᾽ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα II 297 K':'
τοῖς παισί τ᾽ εἶπα ῾δύο γὰρ ἦγον οἴκοθεν̓
τἀκπώματ᾽ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι: κύαθος δ᾽ ἦν ἀργυροῦς, [τἀκπώματα]
ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας,
ψυκτηρίδιον <δὲ> δέκ᾽ ὀβολούς, Φιλιππίδου
λεπτότερον. —
ἀλλὰ ταῦθ᾽ ὅλως
πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν᾽ ἦν.
οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοιςπαῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν.' τοιοῦτός ἐστι καὶ παρὰ Νικοστράτῳ ἐν τῷ ἐπιγραφομένῳ δράματι Βασιλεῖς. ἀλαζὼν δ᾽ ἐστὶ στρατιώτης, περὶ οὗ λέγει II 222 K':'
λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον,
τῆς εὐπαρύφου λεπτότερον.
ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν.

καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί II 70 K':'

παρετέθη τρίπους
πλακοῦντα χρηστόν, πολυτίμητοι θεοί,
ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.
καὶ Σώπατρος δ᾽ παρῳδὸς ἐν Ὀρέστῃ:
σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.
ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν:
ἀλλ᾽ ἀμφὶ δείπνοις ὀξίδ᾽ ἀργυρᾶν ἔχει
δρακοντομίμοις ὀργάνων τορεύμασιν,
οἵαν ποτ᾽ ἔσχε καὶ Θίβρων Ταντάλου
μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.
Θεόπομπος δ᾽ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς FHG I 325' 'περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν: ‘ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων [οὐκ] ἔχων πίνειν ἀλλ᾽ οὐδὲ χαλκῶν, ἀλλ᾽ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.' Δίφιλος δ᾽ ἐν Ζωγράφῳ II 555 K':'
ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον,
εἴ τι νέον ποθεινόν: ὀστρέων γένη
παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ,
ὀπτῶν ἐπῆγε σωρὸς ἀπὸ τοῦ τηγάνου,
τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.
Φιλήμων Ἰατρῷ II 487 K':'
καὶ γυλιόν τιν᾽ ἀργυρωμάτων.
Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ IV 111 M':'
λουτρόν, θεραπαίνας, ... ἀργυρώματα.
καὶ ἐν Ὑμνίδι IV 210 M':'
ἀλλὰ τἀργυρώματα
ἥκω λαβεῖν βουλόμενος.
Λυσίας δ᾽ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος λόγος fr. 148 Tur':' ‘ἀργυρώματά τε χρυσώματα ἔτι ἦν διδόναι.' οἱ δ᾽ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.'

τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ Ποντιανὸς ἔφη: ‘σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν μὲν χρυσὸς καὶ πάνυ, δὲ ἄργυρος ὀλίγος ἦν ἐν τοῖς μετάλλοις. διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις Σάμιος FHG II 470' 'φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ᾽ ἔχειν κείμενον ὑπὸ τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλειῶν μεταβολαὶ ἔτι τε τῆς τραγῳδίας πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος Ἡρακλεώτης FHG II 41' 'ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Ἀναξιμένης δ᾽ Λαμψακηνὸς ἐν ταῖς πρώταις ἐπιγραφομέναις ἱστορίαις fr. I M' 'τὸν Ἐριφύλης ὅρμον διαβόητον γενέσθαι διὰ τὸ σπάνιον εἶναι τότε <τὸ> χρυσίον παρὰ τοῖς Ἕλλησι: καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον. μετὰ δὲ τὴν Δελφῶν ὑπὸ Φωκέων κατάληψιν πάντα τὰ τοιαῦτα δαψίλειαν εἴληφεν. ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα δοκοῦντες πλουτεῖν καὶ τὰς θήκας τούτων ὠνόμαζον χαλκοθήκας. Ἡρόδοτός τέ φησι II 151' 'τοὺς Αἰγυπτίων ἱερεῖς χαλκοῖς ποτηρίοις πίνειν, τοῖς τε βασιλεῦσιν αὐτῶν θύουσί ποτε κοινῇ οὐχ εὑρεθῆναι πᾶσι δοθῆναι φιάλας ἀργυρᾶς: Ψαμμήτιχον γοῦν νεώτερον ὄντα τῶν ἄλλων βασιλέων χαλκῇ φιάλῃ σπεῖσαι τῶν ἄλλων ἀργυραῖς σπενδόντων. συληθέντος δ᾽ οὖν τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ τῶν Φωκικῶν τυράννων ἐπέλαμψε παρὰ τοῖς Ἕλλησιν χρυσός, εἰσεκώμασε δὲ καὶ ἄργυρος. ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας θησαυροὺς ἀνελομένου ὄντως ἀνέτειλεν κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος pyth. V 1'.'

καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη: καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν Πύθιος, ὡς Φαινίας τέ φησιν Ἐρέσιος καὶ Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ τῶν Φιλιππικῶν. ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθ᾽ οὓς ὑπό τε Γέλωνος καὶ Ἱέρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθ᾽ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῇ Ἑλλάδι, τοῦ δ᾽ Ἱέρωνος τὰ ὅμοια. λέγει δ᾽ οὕτως Θεόπομπος FHG I 314':' ‘ἦν γὰρ τὸ παλαιὸν τὸ ἱερὸν κεκοσμημένον χαλκοῖς ἀναθήμασιν, οὐκ ἀνδριᾶσιν ἀλλὰ λέβησι καὶ τρίποσι χαλκοῦ πεποιημένοις. Λακεδαιμόνιοι οὖν χρυσῶσαι βουλόμενοι τὸ πρόσωπον τοῦ ἐν Ἀμύκλαις Ἀπόλλωνος καὶ οὐχ εὑρίσκοντες ἐν τῇ Ἑλλάδι χρυσίον πέμψαντες [εἰς θεοῦ] ἐπηρώτων τὸν θεὸν παρ᾽ οὗ χρυσίον πρίαιντο. δ᾽ αὐτοῖς ἀνεῖλεν παρὰ Κροίσου τοῦ Λυδοῦ πορευθέντας ὠνεῖσθαι [παρ᾽ ἐκείνου]. καὶ οἳ πορευθέντες παρὰ Κροίσου ὠνήσαντο. Ἱέρων δ᾽ Συρακόσιος βουλόμενος ἀναθεῖναι τῷ θεῷ τὸν τρίποδα καὶ τὴν Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺν χρόνον ἀπορῶν χρυσίου ὕστερον ἔπεμψε τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα: οἵτινες μόλις ποτ᾽ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύσαντες εὗρον παρ᾽ Ἀρχιτέλει τῷ Κορινθίῳ, ὃς πολλῷ χρόνῳ συνωνούμενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους. ἀπέδοτο γοῦν τοῖς παρὰ τοῦ Ἱέρωνος ὅσον ἠβούλοντο καὶ μετὰ ταῦτα πληρώσας καὶ τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠδύνατο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθ᾽ ὧν Ἱέρων πλοῖον σίτου καὶ ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας.'

ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων FHG II 297',' ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφ᾽ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν:

θάησαί μ᾽: ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ
ἦν, ὅτε καλλικόμῳ μαρνάμεθ᾽ ἀμφ᾽ Ἑλένῃ:
καί μ᾽. Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων:
νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον.
ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων:
χάλκεός εἰμι τρίπους, Πυθοῖ δ᾽ ἀνάκειμαι ἄγαλμα:
καί μ᾽ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς:
Τυδείδης δ᾽ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,
νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.

Ἔφορος δὲ Δημόφιλος υἱὸς αὐτοῦ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν FHG I 275' 'περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ λέγων φησίν: ‘Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεοῦ, καὶ τὸν τῆς Ἑλένης ὅρμον Μενελάου ἀναθέντος. ἑκατέρῳ γὰρ θεὸς ἔχρησεν, Ἀλκμαίωνι μὲν πυνθανομένῳ πῶς ἂν τῆς μανίας ἀπαλλαγείη:

τιμῆέν μ᾽ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι:
καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ποτε μήτηρ
Ἀμφιάραον ἔκρυψ᾽ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις:
Μενελάῳ δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο:
πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο
δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ᾽ Ἑλένῃ μέγα χάρμα:
ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει.
συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. καὶ διακληρουμένων μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης ἔλαχε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν.'

Πλάτων δὲ θεῖος καὶ Λυκοῦργος Λάκων οὐδ᾽ εἴων ἐνεπιδημεῖν ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλ᾽ οὐδὲ τὸν ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν ἀρκεῖν νομίζοντες, ἐκεῖνα δ᾽ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν πόλεων. Ζήνων δὲ ἀπὸ τῆς στοᾶς πάντα τὰ ἄλλα πλὴν τοῦ νομίμως αὐτοῖς καὶ καλῶς χρῆσθαι νομίσας ἀδιάφορα τὴν μὲν αἵρεσιν αὐτῶν καὶ φυγὴν ἀπειπών, τὴν χρῆσιν δὲ τῶν λιτῶν καὶ περιττῶν προηγουμένως ποιεῖσθαι προστάσσων, ὅπως ἀδεῆ καὶ ἀθαύμαστον πρὸς τἄλλα τὴν διάθεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι ὅσα μήτε καλά ἐστι μήτε αἰσχρὰ τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρῶνται, τῶν δ᾽ ἐναντίων μηδὲν ὅλως δεδοικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχωνται. οὐδὲν γὰρ φύσις ἐκβέβληκεν ἐκ τοῦ κόσμου τῶν εἰρημένων, ἀλλ᾽ ἐποίησεν ὑπογείους αὐτῶν φλέβας πολύπονον καὶ χαλεπὴν ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνοι ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. δείγματος μὲν οὖν χάριν .... ἐπείπερ ἐπιπόλαιον αὐτῶν ἐστι τὸ γένος, εἴ γ᾽ ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν ταῖς ἄμμοις ὑποψήχοντες διιστᾶσι καὶ πλύναντες ἄγουσιν ἐπὶ τὴν χώνην, ὡς παρὰ τοῖς Ἐλουητίοις φησὶν ἐμὸς Ποσειδώνιος FHG III 273' 'καὶ ἄλλοις τισὶ τῶν Κελτῶν. καὶ τά τε πάλαι μὲν Ῥιπαῖα καλούμενα ὄρη, εἶθ᾽ ὕστερον Ὄλβια προσαγορευθέντα, νῦν δὲ Ἄλπια ῾ἔστι δὲ τῆς Γαλατίας᾿ αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρῳ διερρύη. τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ κακοπαθέσι μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα. χαριεντιζόμενος γοῦν φησιν ὅτιπολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα μὲν ἔμελλον οὐκ ἔλαβον, δ᾽ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον Hom. ep. 16' 'ἀτυχοῦντες.'

Λακεδαιμόνιοι δ᾽ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰσφέρειν εἰς τὴν Σπάρτην, ὡς αὐτὸς ἱστορεῖ Ποσειδώνιος l. s.',' καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν: εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν πρότερον ἐν τῇ Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος. τοῦ δὲ ἀνατιθεμένου θεῷ καὶ συγχωρουμένου δήμου καθάπερ κοσμήματος καὶ κτήματος οὐ ῥᾴδιον ἦν τὸν θνητὸν ὀλίγωρον γενέσθαι.

τῶν δὲ Γαλατῶν οἱ Σκορδίσται καλούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὑτῶν χώραν, λῃζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες <τὸν ἄργυρον> οὐ παραλείπουσι. τὸ δ᾽ ἔθνος αὐτῶν ἐστι μὲν λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαντεῖον Γαλατῶν, Βαθάναττος δέ τις ἡγεμὼν αὐτοὺς διῴκισεν ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους .... ἀφ᾽ ἧς καὶ τὴν ὁδὸν δι᾽ ἧς ἐνόστησαν Βαθαναττίαν καλοῦσι καὶ τοὺς ἀπογόνους τοὺς ἐκείνου Βαθανάττους ἔτι καὶ νῦν προσαγορεύουσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι᾽ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον: ἀργύρῳ δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσιν. καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι: εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν εἰ μηδὲ ταῦτ᾽ ἦν παρ᾽ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν.'

τοσαῦτα καὶ τοῦ Ποντιανοῦ εἰπόντοςἐφιλοτιμήσαντο γὰρ οἱ πολλοὶ τὰς τοῦ Οὐλπιανοῦ ἀπολύσασθαι προτάσεις: ὧν τὰς ὑπολειπομένας διελόμενοι μὲν Πλούταρχος ἔφη: ‘τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. Πολέμων γοῦν ῾ὁ εἴτε Σάμιος Σικυώνιος εἴτ᾽ Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς Μοψεάτης Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ᾽ ἄλλων πόλεων: ἐπεκαλεῖτο δὲ καὶ στηλοκόπας, ὡς Ἡρόδικος Κρατήτειος εἴρηκἐ γράψας περὶ παρασίτων φησὶν οὕτως fr. 78 Pr.':' ‘τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. ἐν Κυνοσάργει μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τίς ἐστιν, ἐν ψήφισμα μὲν Ἀλκιβιάδου, γραμματεὺς δὲ Στέφανος Θουκυδίδου, λέγεται δ᾽ ἐν αὐτῷ περὶ τῆς προσηγορίας οὕτως: ‘τὰ δὲ ἐπιμήνια θυέτω ἱερεὺς μετὰ τῶν παρασίτων. οἱ δὲ παράσιτοι ἔστων ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ <τὰ> πάτρια. ὃς δ᾽ ἂν μὴ 'θέλῃ παρασιτεῖν, εἰσαγέτω καὶ περὶ τούτων εἰς τὸ δικαστήριον.' ἐν δὲ τοῖς κύρβεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται: ‘καὶ τὼ κήρυκε ἐκ τοῦ γένους τῶν Κηρύκων τοῦ τῆς μυστηριώτιδος. τούτους δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιαυτόν.' ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασιν ἐπιγέγραπται τάδε: ‘ἄρχοντες καὶ παράσιτοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἄρχοντος στεφανωθέντες χρυσῷ στεφάνῳ. ἐπὶ Διφίλης ἱερείας παράσιτοι Ἐπίλυκος ... στράτου Γαργήττιος, Περικλῆς Περικλείτου Πιτθεύς, Χαρῖνος Δημοχάρους Γαργήττιος.' κἀν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέγραπται: ‘θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους.' Κλέαρχος δ᾽ Σολεύς, εἷς δ᾽ οὗτος τῶν Ἀριστοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει FHG II 303':' ‘ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς παλαιοῖς νόμοις .... αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις ἀρχαῖς συγκαταλέγουσι παρασίτους.' Κλείδημος δ᾽ ἐν τῇ Ἀτθίδι φησί FHG I 361':' ‘καὶ παράσιτοι δ᾽ ᾑρέθησαν τῷ Ἠρακλεῖ.' καὶ Θεμίσων δ᾽ ἐν Παλληνίδι: ‘ἐπιμελεῖσθαι δὲ τὸν βασιλέα τὸν ἀεὶ βασιλεύοντα <καὶ τοὺς ἄρχοντας> καὶ τοὺς παρασίτους οὓς ἂν ἐκ τῶν δήμων προσαιρῶνται καὶ τοὺς γέροντας καὶ τὰς γυναῖκας τὰς πρωτοπόσεις.'

ἔχεις δὲ κἀκ τούτων, καλέ μου Οὐλπιανέ, ζητεῖν τίνες αἱ πρωτοπόσεις γυναῖκες. ἀλλὰ μὴν ῾περὶ γὰρ τῶν παρασίτων λόγος᾿ κἀν τῷ Ἀνακείῳ ἐπί τινος στήλης γέγραπται: ‘τοῖν δὲ βοοῖν τοῖν ἡγεμόνοιν τοῖν ἐξαιρουμένοιν τὸ μὲν τρίτον μέρος εἰς τὸν ἀγῶνα, τὰ δὲ δύο μέρη τὸ μὲν ἕτερον τῷ ἱερεῖ, τὸ δὲ τοῖς παρασίτοις.' Κράτης δ᾽ ἐν δευτέρῳ Ἀττικῆς διαλέκτου φησί: ‘καὶ παράσιτος νῦν ἐπ᾽ ἄδοξον μετάκειται πρᾶγμα, πρότερον δ᾽ ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων. διὸ καὶ ἐν τῷ τοῦ βασιλέως νόμῳ γέγραπται ταυτί: ‘ἐπιμελεῖσθαι δὲ τὸν βασιλεύοντα τῶν τε ἀρχόντων ὅπως ἂν καθιστῶνται καὶ τοὺς παρασίτους ἐκ τῶν δήμων αἱρῶνται κατὰ τὰ γεγραμμένα. τοὺς δὲ παρασίτους ἐκ τῆς βουκολίας ἐκλέγειν ἐκ τοῦ μέρους τοῦ ἑαυτῶν ἕκαστον ἑκτέα κριθῶν δαίνυσθαί τε τοὺς ὄντας Ἀθηναίων ἐν τῷ ἱερῷ κατὰ τὰ πάτρια. τὸν δ᾽ ἑκτέα παρέχειν εἰς τὰ ἀρχεῖα τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους ἀπὸ τῆς ἐκλογῆς τῶν κριθῶν.' ὅτι δὲ καὶ ἀρχεῖον ἦν αὐτῶν ἐν τῷ αὐτῷ νόμῳ τάδε γέγραπται: ‘εἰς τὴν ἐπισκευὴν τοῦ νεὼ [τοῦ ἀρχείου] καὶ τοῦ παρασιτίου καὶ τῆς οἰκίας τῆς ἱερᾶς διδόναι τὸ ἀργύριον ὁπόσου ἂν οἱ τῶν ἱερῶν ἐπισκευασταὶ μισθώσωσιν.' ἐκ τούτου δῆλόν ἐστιν ὅτι ἐν τὰς ἀπαρχὰς ἐτίθεσαν τοῦ ἱεροῦ σίτου οἱ παράσιτοι τοῦτο παρασίτιον προσηγορεύετο.' ταὐτὰ ἱστορεῖ καὶ Φιλόχορος ἐν τῇ ἐπιγραφομένῃ Τετραπόλει FHG I 410' 'μνημονεύων τῶν καταλεγομένων τῷ Ἡρακλεῖ παρασίτων καὶ Διόδωρος Σινωπεὺς κωμῳδιοποιὸς ἐν Ἐπικλήρῳ, οὗ τὸ μαρτύριον ὀλίγον ὕστερον παραθήσομαι p. 239 b'.' Ἀριστοτέλης δ᾽ ἐν τῇ Μεθωναίων πολιτείᾳ fr. 426 R' '‘παράσιτοι᾽, φησί, ‘τοῖς μὲν ἄρχουσι δύο καθ᾽ ἕκαστον ἦσαν, τοῖς δὲ πολεμάρχοις εἷς: τεταγμένα δὲ ἐλάμβανον παρ᾽ ἄλλων τέ τινων καὶ τῶν ἁλιέων ὄψον.'

τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι Πλούτῳ p. 225 L' 'παρὰ πότον αὐτὸν εἰσήγαγεν οὑτωσὶ λέγων:

ἀλλ᾽ ἄλλος ἔστειχ᾽ ὧδε τοῦδε κατὰ πόδας,
τὸν ῥᾳδίως λαψῇ τυ καιτοίνυν γαθην
εὔωνον ἀείσιτον. Β. ἀλλ᾽ ἔμπας ὅδε
ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον.
καὶ αὐτὸν ποιεῖ τὸν παράσιτον λέγοντα τοιάδε πρὸς τὸν πυνθανόμενον:
συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον,
καὶ τῷ γα μὴ λιῶντι, κωὐδὲν δεῖ καλεῖν:
τηνεὶ δὲ χαρίης τ᾽ εἰμὶ καὶ ποιέω πολὺν
γέλωτα καὶ τὸν ἱστιῶντ᾽ ἐπαινέω.
καἴ κά τις ἀντίον λίῃ τήνῳ λέγειν,
τήνῳ κυδάζομαί τε κἀπ᾽ ὦν ἠχθόμαν.
κἤπειτα πολλὰ καταφαγών, πόλλ᾽ ἐμπιὼν
ἄπειμι: λύχνον δ᾽ οὐχ παῖς μοι συμφέρει:
ἕρπω δ᾽ ὀλισθράζων τε καὶ κατὰ σκότος
ἔρημος: αἴ κα δ᾽ ἐντύχω τοῖς περιπόλοις,
τοῦθ᾽ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι
οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με.
ἐπεὶ δέ χ᾽ εἵκω οἴκαδις καταφθαρείς,
ἄστρωτος εὕδω: καὶ τὰ μὲν πρῶτ᾽ οὐ κοῶ,
ἇς κά μ᾽ ἄκρατος οἶνος ἀμφέπῃ φρένας.

καὶ ἄλλα δὲ τοιαῦτα ἐπιλέγει τοῦ Ἐπιχάρμου παράσιτος. δὲ παρὰ τῷ Διφίλῳ τάδε φησίν II 561 K':'

ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν,
οὐ κατανοῶ τὰ τρίγλυφ᾽ οὐδὲ τὰς στέγας,
οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,
ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.
κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ,
γέγηθα καὶ χαίρω τε καὶ πτερύσσομαι:
ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ
ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ᾽ οὐδ᾽ αἷμ᾽ ἔχει.
πρῶτος δ᾽ Ὅμηρος, ὥς τινές φασιν, εἰσήγαγε παράσιτον, τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος P 575':'
ἦν δέ τις ἐν Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος,
ἀφνειός τ᾽ ἀγαθός τε: μάλιστα δέ μιν τίεν Ἕκτωρ
δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.
τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκεν τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα: φησὶν δ᾽ Σκήψιος Δημήτριος fr. 74 Gaede',' ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δ᾽ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς.

οἱ δ᾽ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ᾽ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα I 301 K':'

ἀλλὰ δίαιταν ἣν ἔχουσ᾽ οἱ κόλακες πρὸς ὑμᾶς
λέξομεν: ἀλλ᾽ ἀκούσαθ᾽, ὡς ἐσμὲν ἅπαντα κομψοὶ
ἄνδρες: ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν
ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ.
ἱματίω δέ μοι δύ᾽ ἐστὸν χαρίεντε τούτω,
οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω
εἰς ἀγοράν. ἐκεῖ δ᾽ ἐπειδὰν κατίδω τιν᾽ ἄνδρα
ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί.
κἄν τι τύχῃ λέγων πλούταξ, πάνυ τοῦτ᾽ ἐπαινῶ
καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν.
εἶτ᾽ ἐπὶ δεῖπνον ἐρχόμεσθ᾽ ἄλλυδις ἄλλος ἡμῶν
μᾶζαν ἐπ᾽ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ
τὸν κόλακ᾽ εὐθέως λέγειν 'κφέρεται θύραζε.
οἶδα δ᾽ Ἀκέστορ᾽ αὐτὸ τὸν στιγματίαν παθόντα:
σκῶμμα γὰρ εἶπ᾽ ἀσελγές, εἶτ᾽ αὐτὸν παῖς θύραζε
ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.

τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων II 218 K':'

οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε:
δ᾽ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει.
πολὺ δ᾽ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι p. 179 c':' φησὶ γάρ: ‘καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.' παρασίτων δ᾽ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων II 338 K':'
δύ᾽ ἐστί, Ναυσίνικε, παρασίτων γένη,
ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,
οἱ μέλανες ἡμεῖς. θάτερον ζητῶ γένος,
σεμνοπαράσιτον ἐκ μέσου καλούμενον,
σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς
ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον
χιλιοταλάντους ἀνακυλῖόν τ᾽ οὐσίας:
νοεῖς <σὺ> τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα.
Α. τούτων δ᾽ ἑκατέρου τῶν γενῶν μὲν τύπος
τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών:
ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν τύχη
ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ᾽ ἐλάττοσι
εἶθ᾽ οἳ μὲν εὐποροῦμεν, οἳ δ᾽ ἀλύομεν.
ἆρά γε διδάσκων, Ναυσίνικ᾽; Ν. οὐκ ἀστόχως,
ἀλλ᾽ ἄν σ᾽ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.

χαρακτηρίζει δ᾽ οὐκ ἀρρύθμως τὸν παράσιτον ὁποῖός τίς ἐστι Τιμοκλῆς ἐν Δρακοντίῳ οὕτως II 454 K':'

ἔπειτ᾽ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ
κακῶς λέγειν; ἥκιστά γ᾽: οὐδὲν ἔστι γὰρ
ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος.
εἰ δ᾽ ἐστὶ <τὸ> φιλέταιρον ἕν τι τῶν καλῶν,
ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους.
ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται.
πράσσεις τι, πράξει συμπαρὼν τι ἂν δέῃ,
δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς,
ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.
χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις:
τίς δ᾽ οὐχὶ θνητῶν; τίς ἥρως θεὸς
ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν;
ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι᾽ ἡμέρας,
τεκμήριόν τι παμμέγεθες οἶμαί γ᾽ ἐρεῖν,
τῶν παρασίτων ὡς τετίμηται βίος.
γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια
νικῶσι δίδοται χρηστότητος εἵνεκα,
σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί,
πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται.

καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν II 43 K':'
γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς,
κοινωνὸς ἀμφοῖν τῆς τύχης καὶ τοῦ βίου.
οὐδεὶς παράσιτος εὔχετ᾽ ἀτυχεῖν τοὺς φίλους,
τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί.
ἐστὶν πολυτελὴς τῷ βίῳ τις: οὐ φθονεῖ,
μετέχειν δὲ τούτων εὔχετ᾽ αὐτῷ συμπαρών.
κἀστὶν φίλος γενναῖος ἀσφαλής θ᾽ ἅμα,
οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος,
ὀργὴν ἐνεγκεῖν ἀγαθός: ἂν σκώπτῃς, γελᾷ:
ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ:
πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν,
ἂν τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.

καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι II 277 K':'
βούλομαι δ᾽ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους:
ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ᾽ ἤδη πάλαι
.... ζωμὸς καλοῦμαι. δεῖ τιν᾽ ἄρασθαι μέσον
τῶν παροινούντων, παλαιστὴν νόμισον αὐταργειον
μ᾽ ὁρᾶν.
προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός: ἀναβῆναί τι πρὸς
κλιμάκιον ... Καπανεύς: ὑπομένειν πληγὰς ἄκμων:
κονδύλους πλάττειν δὲ Τελαμών: τοὺς καλοὺς πειρᾶν καπνός.
κἀν Πυθαγοριστῇ δέ φησι II 280 K':'
πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν
νόμιζ᾽ ὁρᾶν Τιθύμαλλον Φιλιππίδην.
ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων
λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος,
ὑπαίθριος χειμῶνα διάγειν κόψιχος,
πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν
τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν
κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν
γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.

Ἀντιφάνης δ᾽ ἐν Προγόνοις II 94 K':'
τὸν τρόπον μὲν οἶσθά μου
ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις
τοιοῦτός εἰμι δη τις τύπτεσθαι μύδρος,
τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν᾽ ἀστραπή,
φέρειν τιν᾽ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος,
θύρας μοχλεύειν σεισμὸς, εἰσπηδᾶν ἀκρίς,
δειπνεῖν ἄκλητος μυῖα, μὴ 'ξελθεῖν φρέαρ,
ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ᾽ ἂν μόνον
τύχῃ τις εἰπών, ταῦτ᾽ ἀπροσκέπτως ποιεῖν
ἅπαντα. καὶ καλοῦσί μ᾽ οἱ νεώτεροι
διὰ ταῦτα πάντα σκηπτόν: ἀλλ᾽ οὐδὲν μέλει
τῶν σκωμμάτων μοι: τῶν φίλων γὰρ ὢν φίλος
ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον.
Δίφιλος δ᾽ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε II 561 K' '
ἀγνοεῖς ἐν ταῖς ἀραῖς
τι ἔστιν, εἴ τις μὴ φράσει᾽ ὀρθῶς ὁδὸν
πῦρ ἐναύσει᾽ διαφθείρει᾽ ὕδωρ,
δειπνιεῖν μέλλοντα κωλύσαι τινά.
Εὔβουλος δὲ ἐν Οἰδίποδι II 189 K':'
πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ
δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους.
ὅστις δ᾽ ἐπὶ δεῖπνον φίλον τιν᾽ ξένον
καλέσας ἔπειτα συμβολὰς ἐπράξατο,
φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.

Διόδωρος δὲ Σινωπεὺς ἐν Ἐπικλήρῳ περὶ τοῦ παρασιτεῖν καὶ αὐτὸς οὐκ ἀγλαφύρως τάδε φησίν II 420 K':'

βούλομαι δεῖξαι σαφῶς
ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον
καὶ τῶν θεῶν εὕρημα: τὰς δ᾽ ἄλλας τέχνας
οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ᾽ ἄνδρες σοφοί:
τὸ γὰρ παρασιτεῖν εὗρεν Ζεὺς φίλιος,
τῶν θεῶν μέγιστος ὁμολογουμένως.
οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται
οὐχὶ διακρίνας τὴν πενιχρὰν πλουσίαν.
οὗ δ᾽ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ,
παρακειμένην τε <τὴν> τράπεζαν πάνθ᾽ δεῖ
ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως
ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών,
ἀπέρχετ᾽ οἴκαδ᾽ οὐ καταβαλὼν συμβολάς.
κἀγὼ ποῶ νῦν τοῦτ᾽: ἐπὰν κλίνας ἴδω
ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς
καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι
ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ
ἐμαυτόν, ὥστε μὴ ἐνοχλεῖν τὸν συμπότην,
πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών,
ἀπέρχομ᾽ οἴκαδ᾽ ὥσπερ Ζεὺς φίλιος.
ὅτι δ᾽ ἦν τὸ πρᾶγμ᾽ ἔνδοξον ἀεὶ <καὶ> καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον: τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐπώποτ᾽ ἀπεκλήρωσεν οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκ᾽ ἄνδρας ἐπιμελῶς, ἐκλεξαμένη τοὺς ἐκ δύ᾽ ἀστῶν γεγονότας, ἔχοντας οὐσίας, καλῶς βεβιωκότας. εἶθ᾽ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι, τοὺς δὲ κολακεύειν δυναμένους καὶ πάντ᾽ ἐπαινεῖν: οἷς ἐπειδὰν προσερύγῃ ῥαφανῖδα καὶ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδα φασὶν αὐτὸν ἠριστηκέναι. ἐπὰν δ᾽ ἀποπάρδῃ μετά τινος κατακείμενος τούτων, προσάγων τὴν ῥῖνα δεῖθ᾽ αὑτῷ φράσαι: ‘πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις; διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν.

καὶ Ἀξιόνικος δ᾽ ἐν Χαλκιδικῷ φησιν II 414 K':'

ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ
Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ᾽ ὤν,
πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων
ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με
ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα
ἔχειν. ἐλυσιτέλει γάρ: ἥττων εἰμὶ γὰρ
τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ
τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα.
οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι:
μετεβαλόμην πρὸς τοῦτον ὅσα τ᾽ εἴρηκέ με
κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι.
πονηρὸς ὤν τε χρηστὸς εἶναι φησί τις:
ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν.
γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
αὔριον ἕωλον τοῦτ᾽ ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος τρόπος ἐστὶν φύσις τέ μου.
Ἀντίδοτος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Πρωτοχόρῳ παράγει τινα παραπλήσιον τοῖς ἐν τῷ Κλαυδίῳ νῦν σοφιστεύουσιν, ὧν οὐδὲ μεμνῆσθαι καλόν, τοιαῦτα περὶ παρασιτικῆς τέχνης λέγοντα II 310 K':'
κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου.
πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον
περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος,
τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο,
καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.

παράσιτοι δ᾽ ἐπ᾽ ὀνόματος ἐγένοντο Τιθύμαλλος μέν, οὗ μνημονεύει Ἄλεξις ἐν Μιλησίᾳ καὶ ἐν Ὀδυσσεῖ ὑφαίνοντι: ἐν δὲ Ὀλυνθίοις φησίν II 355 K':'

δὲ σὸς πένης ἔστ᾽, γλυκεῖα: τοῦτο δὲ
δέδοιχ᾽ θάνατος τὸ γένος, ὥς φασιν, μόνον:
γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.
Δρόμων δ᾽ ἐν Ψαλτρίᾳ II 419 K':'
ὑπερῃσχυνόμην
μέλλων ἀσύμβολος πάλιν δειπνεῖν: πάνυ
αἰσχρὸν <γάρ>. Β. ἀμέλει: τὸν Τιθύμαλλον γοῦν ἀεὶ
ἐρυθρότερον κόκκου περιπατοῦντ᾽ ἔσθ᾽ ὁρᾶν:
οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.
Τιμοκλῆς Κενταύρῳ Δεξαμενῷ II 460 K':'
Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.
ἐν δὲ Καυνίοις ib. 460':'
ἤδη προσενήνεκται. τί μέλλει; σπεύδετε,
ὦτάν. γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω
κομιδῇ τεθνηκώς, τῶν ἀν᾽ ὀκτὼ τοὐβολοῦ
θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ
ἐκεῖνος, ἀλλ᾽ ἐκαρτέρησ᾽, φίλτατε,
πεινῶν.
ἐν δ᾽ Ἐπιστολαῖς ib. 456':'
οἴμοι κακοδαίμων, ὡς ἐρῶ: μὰ τοὺς θεούς,
Τιθύμαλλος οὐδεπώποτ᾽ ἠράσθη φαγεῖν
οὕτω σφόδρ᾽ οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν,
οὐ Νεῖλος ἄλφιτ᾽, οὐ Κόρυδος ἀσύμβολος
κινεῖν ὀδόντας.
Ἀντιφάνης Τυρρηνῷ II 103 K':'
ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν.
Β. λέγεις ἔσεσθαι <τὸν> Τιθύμαλλον πλούσιον.
εἰ πράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου
παρ᾽ οἷσι δειπνεῖ προῖκα, συλλέξει συχνήν.

ἦν δὲ καὶ Κόρυδος τῶν δι᾽ ὀνόματος παρασίτων. μνημονεύει δ᾽ αὐτοῦ Τιμοκλῆς ἐν Ἐπιχαιρεκάκῳ οὕτως II 456 K':'

ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν
ἥδιστον, ἂν δ᾽ ἀπορῇ τις, ἀθλιώτατον.
γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ,
γενόμενος ὠψώνει παρ᾽ αὑτὸν οἴκαδε.
ἦν δὲ τὸ πάθος γέλοιον, οἴμοι, τέτταρας
χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν,
θύννεια, νάρκας, καράβους ᾑμωδία.
καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο
ὁπόσου, πυθόμενος δ᾽ ἀπέτρεχ᾽ εἰς τὰς μεμβράδας.
Ἄλεξις Δημητρίῳ Φιλεταίρῳ II 314 K':'
ἀλλ᾽ αἰσχύνομαι
τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν
οὕτω προχείρως: οὐκ ἀπαρνοῦμαι δ᾽ ὅμως.
οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις.
ἐν δὲ Τίτθῃ ib. 380':'
Κόρυδος οὗτος, τὰ γέλοι᾽ εἰθισμένος
λέγειν, Βλεπαῖος βούλετ᾽ εἶναι. Β. νοῦν γ᾽ ἔχων:
πλουτεῖ γὰρ Βλεπαῖος.
Κρατῖνος δ᾽ νεώτερος ἐν Τιτᾶσι II 291 K':'
Κόρυδον τὸν χαλκότυπον πεφύλαξο,
ἢν μὴ σοὶ νομιεῖς αὐτὸν μηθὲν καταλείψειν,
μηδ᾽ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ
τοῦ Κορύδου, προλέγω σοι: ἔχει γὰρ χεῖρα κραταιάν,
χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ.
ὅτι δὲ γέλοια ἔλεγεν Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν αὐτὸς Ἄλεξις ἐν Ποιηταῖς φησι II 365 K':'
πάνυ τοι βούλομαι
οὗτος γελᾶσθαι καὶ γέλοι᾽ ἀεὶ λέγειν
μετὰ τὸν Κόρυδον μάλιστ᾽ Ἀθηναίων πολύ.
ἀναγράφει δὲ αὐτοῦ τὰ ἀπομνημονεύματα Λυγκεὺς Σάμιος Εὐκράτην αὐτὸν καλεῖσθαι κυρίως φάσκων. γράφει δ᾽ οὕτως: ‘Εὐκράτης Κόρυδος πίνων παρά τινι σαθρᾶς οὔσης τῆς οἰκίαςἐνταῦθα᾽, φησίν, ‘δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀριστερὰν χεῖρα ὥσπερ αἱ Καρυάτιδες.'

Φιλόξενος δ᾽ Πτερνοκοπὶς ἐμπεσόντος λόγου ὅτι αἱ κίχλαι τίμιαί εἰσι καὶ τοῦ Κορύδου παρόντος, ὃς ἐδόκει πεπορνεῦσθαι, ‘ἀλλ᾽ ἐγώ᾽, ἔφη, ‘μνημονεύω ὅτε κόρυδος ὀβολοῦ ἦν.' ἦν δὲ καὶ Φιλόξενος τῶν παρασίτων, ὡς Ἀξιόνικος εἴρηκεν ἐν τῷ Χαλκιδικῷ: πρόκειται δὲ τὸ μαρτύριον p. 239 f'.' μνημονεύει δ᾽ αὐτοῦ καὶ Μένανδρος ἐν Κεκρυφάλῳ αὐτὸ μόνον Πτερνοκοπίδα αὐτὸν καλῶν. μνημονεύει δ᾽ αὐτοῦ καὶ Μάχων κωμῳδιοποιὸς Κορίνθιος μὲν Σικυώνιος γενόμενος, ἐν Ἀλεξανδρείᾳ δὲ τῇ ἐμῇ καταβιοὺς καὶ διδάσκαλος γενόμενος τῶν κατὰ κωμῳδίαν μερῶν Ἀριστοφάνους τοῦ γραμματικοῦ: ὃς καὶ ἀπέθανεν ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι:

τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα
κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις.
οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλ᾽ ἄρα τέχνης
ἄξιον ἀρχαίης λείψανον ἀμφίεσαι.
τοῦτο δ᾽ πρέσβυς ἐρεῖ: ‘Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ
ἔστιν ὅτ᾽ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν.'
ἐν τούτοις δηλοῖ σαφῶς ὅτι Ἀλεξανδρεὺς ἦν γένος. δ᾽ οὖν Μάχων τοῦ Κορύδου μνημονεύει ἐν τούτοις:
τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποτὲ
τῶν συμπαρόντων πῶς κέχρητ᾽ αὐτῷ ποτε
Πτολεμαῖος. ‘οὐκ οἶδ᾽, εἶπεν, οὐδέπω σαφῶς:
πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ᾽, ἔφη,
δεῖ: φαγεῖν δὲ σιτί᾽ οὐ δέδωκέ πω.'
Λυγκεὺς δὲ ἐν δευτέρῳ περὶ Μενάνδρουἐπὶ γελοίοισ᾽, φησί, ‘δόξαν εἰληφότες <Εὐκλείδης> Σμικρίνου καὶ Φιλόξενος Πτερνοκοπίς: ὧν μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀνάξια βιβλίου καὶ μνήμης ἐν τοῖς ἄλλοις ἦν ἀηδὴς καὶ ψυχρός, δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὅτε λαλήσειεν, εἰ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. καίτοι γε συνέβη τὸν μὲν Εὐκλείδην κατὰ τὸν βίον ...., τὸν δὲ Φιλόξενον ὑπὸ πάντων φιλεῖσθαι καὶ τιμᾶσθαι.'

Μοσχίωνος δέ τινος παρασίτου μνημονεύων Ἄλεξις ἐν Τροφωνίῳ παραμασήτην αὐτὸν ἐν τούτοις καλεῖ II 383 K':'

εἶθ᾽ Μοσχίων
παραμασήτης ἐν βροτοῖς αὐδώμενος.
ἐν δὲ τῷ Παγκρατιαστῇ Ἄλεξις τρεχεδείπνους καταλέγων φησίν II 359 K':'
πρῶτον μὲν ἦν σοι Καλλιμέδων Κάραβος,
ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων,
Σκόμβρος, Σεμίδαλις. Β. Ἡράκλεις φίλε,
ἀγοράσματ᾽, οὐ συμπόσιον εἴρηκας, γύναι.
Κυρηβίων δ᾽ ἐπεκαλεῖτο Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, ὥς φησι Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας %14 287'.' τῶν δὲ τοιούτων ἐπιθέτων ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως II 148 K':'
ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ᾽, οἶδ᾽ ἀκριβῶς.
ἂν μὲν γὰρ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε.
ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν:
λαμπρός τις ἐξελήλυθ᾽ .... ὄλολυς οὗτός ἐστι:
λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται:
χαίρει τις αὐχμῶν ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν:
ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται:
τὰ πόλλ᾽ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις:
εἰς τοὺς καλοὺς δ᾽ ἄν τις βλέπῃ, καπνὸς θεατροποιός:
ὑφείλετ᾽ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη:
ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ἰάσων.

Χαιρεφῶντος δὲ τοῦ παρασίτου μέμνηται μὲν κἀν τοῖς πρὸ τούτων, ἀτὰρ δὴ καὶ Μένανδρος αὐτοῦ μνημονεύει ἐν Κεκρυφάλῳ. κἀν τῇ Ὀργῇ δέ φησι IV 179 M':'

διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ
ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε
εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος
πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν
ὡς ὑστερίζων, καὶ παρῆν ἅμ᾽ ἡμέρᾳ.
ἐν δὲ Μέθῃ IV 162 M':'
ἐμὲ γὰρ διέτριψεν
κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον
φάσκων ποιήσειν δευτέρᾳ μετ᾽ εἰκάδας
καθ᾽ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ᾽ ἑτέροις:
τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
μνημονεύει αὐτοῦ καὶ ἐν Ἀνδρογύνῳ Κρητί. Τιμοκλῆς δ᾽ ἐν Ἐπιστολαῖς καὶ ὡς Δημοτίωνι τῷ ἀσώτῳ παρασιτοῦντος αὐτοῦ μνημονεύει II 455 K':'
Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν
τἀργύριον οὐκ ἐφείδετ᾽, ἀλλὰ παρέτρεφε
τὸν βουλόμενον. Χαιρεφῶν μὲν παντελῶς
οἴκαδε βαδίζειν ᾤετο ταλάντατος.
καὶ μὴν ἔτι τοῦτ᾽ ἔστιν ἄξιον μόνον,
τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον:
οὔτ᾽ εὔρυθμος γάρ ἐστιν οὔτ᾽ ἀχρήματος.
Ἀντιφάνης δ᾽ ἐν Σκύθῃ II 96 K':'
ἐπὶ κῶμον δοκεῖ
ἴωμεν ὥσπερ ἔχομεν οὐκοῦν δᾷδα καὶ
στεφάνους λαβόντες. Χαιρεφῶν οὕτως ...
μεμάθηκε κωμάζειν ἄδειπνος.
Τιμόθεος Κυναρίῳ II 450 K':'
πειρώμεθ᾽ ὑποδύντ᾽ ἐς τὸ δεῖπνον ἀπιέναι.
εἰς ἑπτάκλινον δ᾽ ἐστίν, ὡς ἔφραζέ μοι,
ἂν μὴ παράβυστός που γένηται Χαιρεφῶν.

Ἀπολλόδωρος δ᾽ Καρύστιος ἐν Ἱερείᾳ IV 447 M':'

καινόν γέ φασι Χαιρεφῶντ᾽ ἐν τοῖς γάμοις
ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι.
σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν σκότος,
φάσκων παρὰ τῆς νύμφης τὰς ὄρνεις φέρων
ἥκειν, δεδείπνηχ᾽, ὡς ἔοικεν, εἰσπεσών.
ἐν δὲ Σφαττομένῃ IV 449 M':'
καλῶ δ᾽ Ἄρη Νίκην τ᾽ ἐπ᾽ ἐξόδοις ἐμαῖς,
καλῶ δὲ Χαιρεφῶντα: κἂν γὰρ μὴ καλῶ,
ἄκλητος ἥξει.
Μάχων δ᾽ κωμικός φησιν:
ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε
τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος
εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον:
εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας
ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας,
ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε
ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς.'
καὶ πάλιν:
Χαιρεφῶν κρεᾴδι᾽ ὠψώνει ποτέ,
καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα
αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας
εἶπεν: ‘μάγειρε, μὴ προσίστα τοῦτό μοι
τοὐστοῦν.' δ᾽ εἶπεν: ‘ἀλλὰ μήν ἐστιν γλυκύ.'
καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ.
Χαιρεφῶν δὲκαὶ μάλ᾽, βέλτιστ᾽"3, ἔφη,
γλυκὺ μέν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ.'
τοῦ Χαιρεφῶντος καὶ σύγγραμμα ἀναγράφει Καλλίμαχος ἐν τῷ τῶν παντοδαπῶν πίνακι γράφων οὕτως fr. 100 8 Schn':' ‘δεῖπνα ὅσοι ἔγραψαν: Χαιρεφῶν Κυρηβίωνι.' εἶθ᾽ ἑξῆς τὴν ἀρχὴν ὑπέθηκεν: ‘ἐπειδή μοι πολλάκις ἐπέστειλας ... στίχωντοε〉.' καὶ Κυρηβίων δ᾽ ὅτι παράσιτος προείρηται p. 242 d'.'

καὶ Ἀρχεφῶντος δὲ τ