οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός.φησὶν Ἄλεξις ῾II 400 K',' καὶ ὅτι οἶνος
ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν
ἀνδράσι πονηροῖς οὐδ᾽ ἀπαιδεύτῳ βίῳ,
φιλολόγους πάντας ποιεῖ τοὺς πλείοναὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν ῾AP XIII 29':'
πίνοντας αὐτόν.
‘οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ,Πολέμων φησὶν ῾fr. 40 Pr' 'ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν.
ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.'
ταῦτ᾽ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ
μέτωπον οἷα καὶ σὺ κεκροκωμένον.
ἐκ τροφῆς ξηρᾶς ‘οὔτ᾽ ἂν σκώμματα γένοιτο, οὔτ᾽ αὐτοσχέδια ποιήματα,' ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία. καλῶς οὖν ἐν τῷ ῾Il. 8.229' '‘πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέασ᾽ ἐπεσημήνατο ὁ γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς περὶ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, ἣ γίνεται κατὰ τὴν μέθην.