ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον:αὐτόδιον δ᾽ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν.
‘ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης ῾fr. 165 R',' ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ.' δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθ᾽ Ἡράκλειτον ῾fr. 54 Byw'.' δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισόμενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον τῷ φιλοθεάμονι καὶ κατανοῆσαι τὴν οἰκίαν. οὐδὲ γὰρ τοῦτο παρέλιπεν ὁ ποιητής:ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
καὶ Ἀριστοφάνης ἐν Σφηξὶ ποιεῖ τὸν ἄγριον γέροντα καὶ φιλοδικαστὴν καταρρυθμιζόμενον εἰς βίον ἥμερον ὑπὸ τοῦ παιδός ῾1208':'αὐτοὶ δ᾽ εἰσῆλθον θεῖον δόμον: οἳ δὲ ἰδόντες
θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος.
ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δῶμα καθ᾽ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
παῦ᾽: ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανεδιδάξας τε αὐτὸν ὡς δεῖ κατακλίνεσθαί φησιν ῾1214':'
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
ἔπειτ᾽ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
ὀροφὴν θέασαι, κρεκάδι᾽ αὐλῆς θαύμασον.