Δίφιλος Πολυπράγμονι ῾II 562 K':'Ξέναρχος Πορφύρᾳ ῾II 470 K':'
ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.
τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων
ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.
ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,
κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ,
ὡς φησίν: οὐ διὰ τοῦτό γ᾽, ἀλλ᾽ ἐστιγμένος
πρὸ τοῦ μετώπου παραπέτασμ᾽ αὐτὴν ἔχει.
οὗτος ἀποκρίνετ᾽, ἂν ἐρωτήσῃς ‘πόσου
ὁ λάβραξ᾽, ‘δέκ᾽ ὀβολῶν᾽, οὐχὶ προσθεὶς ὁποδαπῶν.
ἔπειτ᾽ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς,
ἐπράξατ᾽ Αἰγιναῖον: ἂν δ᾽ αὐτὸν δέῃ
κέρματ᾽ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.
κατ᾽ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.
οἱ μὲν ποιηταὶ ῾φησἲ λῆρός εἰσιν: οὐδὲ ἓν
καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει
ἕκαστος αὐτῶν ταὔτ᾽ ἄνω τε καὶ κάτω.
τῶν δ᾽ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον.
ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ᾽ ἔστ᾽ ἐξουσία
ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ,
εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην
ἐποίησ᾽ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ.
ἦσαν δὲ πληγαί, καιρίαν δ᾽ εἰληφέναι
δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις
‘ὕδωρ <ὕδωρ.>' ὃ δ᾽ εὐθὺς ἐξάρας πρόχουν
τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν.
εἴποις γ᾽ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.