τὰς γὰρ ἡδονὰςΦιλέταιρος Κυναγίδι ῾II 232 K'.'
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼ
ζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων: ἐὰν δ᾽ ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖνκαὶ ἐν Οἰνοπίωνι δὲ ὁ αὐτός φησιν ῾II 234 K':'
πλὴν ἡδέως ζῆν τὸν βίον καθ᾽ ἡμέραν,
ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν
τοῦτ᾽ αὐτὸ τἀνθρώπει᾽ ὁρῶντα πράγματα,
εἰς αὔριον δὲ <μηδὲ> φροντίζειν ὅτι
ἔσται: περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
ἕωλον ἔνδον τἀργύριον.
θνητῶν δ᾽ ὅσοι
ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω.
οὐ γὰρ θανών γε δήπουθεν ἔγχελυν φάγοις
οὐδ᾽ ἐν νεκροῖσι πέττεται γαμήλιος.