Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.καὶ Φερεκράτης Κραπατάλλοις ῾I 169 K':'
τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.σίνηπυ δ᾽ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως ῾v. 921 cf. p. 159 Schn':'
ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.ἐν δὲ τοῖς Γεωργικοῖς ῾fr. 70, 16 Schn':'
σπέρματά τ᾽ ἐνδάκνοντα σινήπυος.καὶ πάλιν ῾fr. 84 Schn':'
κάρδαμ᾽ ἀνάρρινόν τε μελάμφυλλόν τε σίνηπυ.Κράτης δ᾽ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα:
κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ᾽ ἀνέσπασε,καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ: ἐστὶ δ᾽ ὁ στίχος ἐξ Ἱππέων ῾631' 'καὶ ἔχει οὕτως: ‘κἄβλεψε νᾶπυ.' οὐδεὶς δ᾽ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως: ἀφυὲς γὰρ καὶ μικρόν, ὥσπερ καὶ ἡ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη ῾II 472 K':'
τουτὶ τὸ κακὸν οὔκ ἐστ᾽ ἔτιἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων ῾I 429 K':'
κακόν. τὸ θυγάτριόν γέ μου σεσινάπικεν
διὰ τῆς ξένης.
καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ᾽ ἂν ῥήματα;
εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;