previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅτι Καλλίμαχος γραμματικὸς τὸ μέγα βιβλίον ἴσον ἔλεγεν εἶναι τῷ μεγάλῳ κακῷ fr. 359'.'
ΚΙΒΩΡΙΑ. Νίκανδρος ἐν Γεωργικοῖς fr. 81 Schn':'
σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης
ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα
ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν
εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
ῥίζας δ᾽ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ᾽ Ἀλεξανδρέων κολοκάσια καλούμενα: ὡς αὐτός fr. 82':'
κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.
ἐστὶ δ᾽ ἐν Σικυῶνι Κολοκασίας Ἀθηνᾶς ἱερόν.

ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου XI 477e'.'

Θεόφραστος δ᾽ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει h. pl. 4, 8, 7':' ‘ κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. καυλὸς δ᾽ αὐτοῦ μῆκος μὲν μακρότατος εἰς δ# πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ: διαφύσεις δ᾽ ἔνδοθεν ἔχει δι᾽ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. ἐπὶ τούτῳ δ᾽ κωδύα καὶ τὸ ἄνθος διπλάσιον μήκωνος: χρῶμα δ᾽ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται δὲ φύλλα μεγάλα: δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ᾽ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. γίνεται δὲ καὶ ἐν Συρίᾳ καὶ <κατὰ> Κιλικίαν, ἀλλ᾽ οὐκ ἐκπέττουσιν αἱ χῶραι: καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει, καὶ αὕτη πέττεται καὶ τελεοκαρπεῖ.' Δίφιλος δὲ Σίφνιός φησιν: ‘ τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομός τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος <δὲ> διὰ τὸ παραστύφειν: κρεῖττον δ᾽ ἐστὶ τὸ ἥκιστα ἐριῶδες. οἱ δὲ γινόμενοι, φησί, κύαμοι ἐκ τῶν κιβωρίων χλωροὶ μέν εἰσι δύσπεπτοι, ὀλιγότροφοι, διαχωρητικοί, πνευματικώτατοι, ξηρανθέντες δὲ ἧττον πνευματοῦσι.' γίνεται δὲ ὄντως ἐκ τῶν κιβωρίων καὶ ἄνθος στεφανωτικόν. καλοῦσι δ᾽ Αἰγύπτιοι μὲν αὐτὸ λωτόν, Ναυκρατῖται δὲ οἱ ἐμοί, λέγει οὗτος Ἀθήναιος, μελίλωτον: ἀφ᾽ οὗ καὶ μελιλώτινοι στέφανοι πάνυ εὐώδεις καὶ καύσωνος ὥρᾳ ψυκτικώτατοι.

Φύλαρχος δέ φησιν FHG I 350':' ‘οὐδέποτε πρότερον ἐν οὐδενὶ τόπῳ κυάμων Αἰγυπτίων οὔτε σπαρέντων οὔτ᾽ εἰ σπείρειέ τις τικτομένων εἰ μὴ κατὰ Αἴγυπτον, ἐπὶ τοῦ βασιλέως Ἀλεξάνδρου τοῦ Πύρρου παρὰ τὸν Θύαμιν ποταμὸν τῆς ἐν Ἠπείρῳ Θεσπρωτίας ἐν ἕλει τινὶ συνέβη φυῆναι. δύο μὲν οὖν ἤνεγκέ πως ἔτη καρπὸν ἐκτενῶς καὶ ηὔξησε: τοῦ δ᾽ Ἀλεξάνδρου φυλακὴν ἐπιστήσαντος καὶ κωλύοντος οὐχ ὅτι λαμβάνειν τὸν βουλόμενον, ἀλλὰ μηδὲ προσέρχεσθαι πρὸς τὸν τόπον, ἀνεξηράνθη τὸ ἕλος καὶ τὸ λοιπὸν οὐχ ὅτι τὸν προειρημένον ἤνεγκε καρπόν, ἀλλ᾽ οὐδὲ ὕδωρ εἴ ποτε ἔσχε φαίνεται. τὸ παραπλήσιον ἐγένετο καὶ ἐν Αἰδηψῷ. χωρὶς γὰρ τῶν ἄλλων ὑδάτων ναμάτιόν τι ἐφάνη ψυχρὸν ὕδωρ προιέμενον οὐ πόρρω τῆς θαλάσσης. τούτου πίνοντες οἱ ἀρρωστοῦντες τὰ μέγιστα ὠφελοῦντο: διὸ πολλοὶ παρεγίνοντο καὶ μακρόθεν τῷ ὕδατι χρησόμενοι. οἱ οὖν τοῦ βασιλέως Ἀντιγόνου στρατηγοὶ βουλόμενοι οἰκονομικώτεροι εἶναι διάφορόν τι ἔταξαν διδόναι τοῖς πίνουσι, καὶ ἐκ τούτου ἀπεξηράνθη τὸ νᾶμα. καὶ ἐν Τρῳάδι δὲ ἐξουσίαν εἶχον οἱ βουλόμενοι τὸν πρὸ τοῦ χρόνον τὸν Τραγασαῖον ἅλα λαμβάνειν. Λυσιμάχου δὲ τέλος ἐπιβαλόντος ἠφανίσθη. θαυμάσαντος δὲ καὶ ἀφέντος τὸν τόπον ἀτελῆ πάλιν ηὐξήθη.'

ΣΙΚΥΟΣ. παροιμία:
σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε.
Μάτρων ἐν παρῳδίαις cf. Od. 11.576':'
καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν λαχάνοις: δ᾽ ἐπ᾽ ἐννέα κεῖτο τραπέζας.
καὶ λευχης:
ὡς δ᾽ ὅτ᾽ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ.
Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως, Ἀλκαῖος δὲ fr. 151 B4' '‘δάκῃ, φησί, τῶν σικύων᾽ ἀπὸ εὐθείας τῆς σίκυς, ὡς στάχυς στάχυος.

στελεόν, ῥαφανίδας ...., σικυοὺς τέτταρας. σικύδιον δ᾽ ὑποκοριστικῶς εἴρηκε Φρύνιχος ἐν Μονοτρόπῳ I 377 K':'

κἀντραγεῖν σικύδιον.

Θεόφραστος δέ φησι h. pl. 7, 4, 6' 'σικυῶν τρία εἶναι γένη, Λακωνικόν, Σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δ᾽ ἄλλους ἀνύδρους. ‘γίνονται δέ, φησί, καὶ εὐχυλότεροι οἱ σικυοί, ἐὰν τὸ σπέρμα ἐν γάλακτι βραχὲν σπαρῇ ἐν μελικράτῳ.' ἱστορεῖ δὲ ταῦτα ἐν φυτικοῖς αἰτίοις 2, 14, 3':' θᾶττον h. pl. 7, 1, 6' 'αὔξεσθαι, κἂν ἐν ὕδατι κἂν ἐν γάλακτι πρότερον εἰς τὴν γῆν κατατεθῆναι βραχῇ. Εὐθύδημος δ᾽ ἐν τῷ περὶ λαχάνων εἶδος σικυῶν εἶναι τοὺς προσαγορευομένους δρακοντίας. ὠνομάσθαι δὲ σικυούς φησι Δημήτριος Ἰξίων ἐν πρώτῃ Ἐτυμολογουμένων ἀπὸ τοῦ σεύεσθαι καὶ κίειν: ὁρμητικὸν γὰρ ὑπάρχειν. Ἡρακλείδης δ᾽ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ἡδύγαιον καλεῖ τὸν σικυόν. Διοκλῆς δ᾽ Καρύστιος τὸν σικυόν φησι μετὰ σίων ἐν πρώτοις λαμβανόμενον ἐνοχλεῖν: φέρεσθαι γὰρ ἄνω καθάπερ τὴν ῥάφανον: τελευταῖον δὲ λαμβανόμενον ἀλυπότερον εἶναι καὶ εὐπεπτότερον: ἑφθὸν δὲ καὶ διουρητικὸν μετρίως ὑπάρχειν. Δίφιλος δέ φησιν: ‘ σικυὸς ψυκτικὸς ὑπάρχων δυσοικονόμητός ἐστι καὶ δυσυποβίβαστος, ἔτι δὲ φρικοποιὸς καὶ γεννητικὸς χολῆς ἀφροδισίων τε ἐφεκτικός.' αὔξονται δ᾽ ἐν τοῖς κήποις οἱ σικυοὶ κατὰ τὰς πανσελήνους καὶ φανερὰν ἴσχουσι τὴν ἐπίδοσιν, καθάπερ καὶ οἱ θαλάττιοι ἐχῖνοι.

ΣΥΚΑ. ‘ συκῆ, φησὶν Μάγνος: οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι <ἄν>, κἂν ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ: φιλόσυκος γάρ εἰμι δαιμονίως: λέξω τά μοι προσπίπτοντα συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν πρῶτον εὑρέθη, τὸν δ᾽ ἀπ᾽ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς. τῶν δὲ σύκων ἐστὶ γένη πλείονα. Ἀττικὸν μέν, οὗ μνημονεύει Ἀντιφάνης ἐν Ὁμωνύμοις: ἐπαινῶν δὲ τὴν χώραν τὴν Ἀττικὴν τάδε λέγει II 84 K':'

οἷα δ᾽ χώρα φέρει
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ τὸν Δία,
πάνυ φέρει.
Ἴστρος δ᾽ ἐν τοῖς Ἀττικοῖς FHG I 423' 'οὐδ᾽ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ᾽ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες: καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ᾽ ἐν Ποιητῇ φησιν II 365 K':'
συκοφάντης οὐ δικαίως τοὔνομα
ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ᾽ ἀνήρ,
τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον:
νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ᾽ οὕτως ἔχει.
Φιλόμνηστος δ᾽ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν FHG IV 477':' ‘ἐπεὶ καὶ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ᾽ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.'

Λακωνικοῦ δὲ σύκου μνημονεύει ἐν Γεωργοῖς Ἀριστοφάνης ταδὶ λέγων I 419 K':'

συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς:
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα.
μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ᾽ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί II 356 K':'
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
μελέδημ᾽ ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς.
τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν, ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις I 167 K':'
δαιμόνιε, πύρεττε μηδὲν φροντίσας
καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους
κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας:
κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
Τηλεκλείδης δ᾽ ἐν Ἀμφικτύοσι I 211 K':'
ὡς καλοὶ καὶ φιβάλεῳ.
καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί I 798 K':'
πρώτιστα δὲ
τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι,
ἃς διαμασῶμ᾽ ὅταν τι βουλεύειν δέῃ,
τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας ...
χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ II 417 K':'
εἶτ᾽ ἔρχεται
χελιδονείων μετ᾽ ὀλίγον σκληρῶν ἁδρὸς
πινακίσκος.
Ἀνδροτίων δὲ Φίλιππος Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως: ‘ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων: ὀπωροβασιλίδας δὲ πανταχοῦ. ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος. ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.'

τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως. ‘τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. καὶ ταῦτ᾽ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ᾽ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα.' τῶν δ᾽ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου: τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα. ἐπαινεῖται δὲ καὶ ἄλλα σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων, τά τε καλούμενα Χῖα καὶ τὰ Λιβιανά, ἔτι δὲ καὶ τὰ Χαλκιδικὰ ὀνομαζόμενα καὶ τὰ Ἀφρικανά, ὡς καὶ Ἡρόδοτος Λύκιος μαρτυρεῖ ἐν τῷ περὶ σύκων συγγράμματι.

Παρμένων δ᾽ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν anth. l. B.p. 220':'

ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα
Καναῖα φόρτον.
ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων Ἐφέσιος καὶ Νίκανδρος Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε IV 448 M':'
πλὴν τό <γ᾽> οἰνάριον πάνυ
ἦν ὀξὺ καὶ πονηρόν, ὥστ᾽ ᾐσχυνόμην.
τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
τῶν δ᾽ ἐν Πάρῳ τῇ νήσῳδιάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχενἈρχίλοχος μνημονεύει λέγων οὕτως fr. 51 B4':'
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου συὸς κρέας πρὸς τὰ ἄλλα [τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα].

λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν τὰ λευκὰ σῦκα φέρουσα. μνημονεύει δ᾽ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως I 246 K':'

τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.
τῶν δ᾽ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι fr. 680 N':'
προσπηγνύναι
κράδαις ἐριναῖς.
καὶ Ἐπίχαρμος ἐν Σφιγγί p. 252 L':'
ἀλλ᾽ οὐχ ὅμοιά γ᾽ ἐρινοῖς οὐδαμῶς.
Σοφοκλῆς δ᾽ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών fr. 183 N':'
πέπων ἐρινὸς ... ἀχρεῖος ὢν
ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.
πέπων δ᾽ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι II 343 K':'
καὶ τί δεῖ
λέγειν ἔθ᾽ ἡμᾶς τοὺς τὰ σῦχ᾽ ἑκάστοτε
ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.
εἶθ᾽ μὲν ἔδωκεν ὡς τοιαῦτ᾽ ὠνούμενος
τιμήν, δ᾽ ἐγκάψας τὸ κέρμ᾽ εἰς τὴν γνάθον
ἐρίν᾽ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων.
τὸ δὲ δένδρον ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ I 723 K':'
ἐρινὸν οὖν τιν᾽ αὐτῆς πλησίον
νενόηκας ὄντα;
καὶ Ὅμηρος:

τῷ δ᾽ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.

Ἀμερίας δ᾽ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους.

Ἑρμῶναξ δ᾽ ἐν Γλώτταις Κρητικαῖς σύκων γένη ἀναγράφει ἁμάδεα καὶ νικύλεα. Φιλήμων δ᾽ ἐν Ἀττικαῖς λέξεσι καλεῖσθαί φησί τινα σῦκα βασίλεια, ἀφ᾽ ὧν καλεῖσθαι καὶ τὰς βασιλίδας ἰσχάδας, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος δ᾽ ἐν ταῖς Γλώσσαις καὶ γλυκυσίδην τινὰ καλεῖσθαί φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς, ὡς καὶ Πλάτων κωμῳδιοποιός φησιν ἐν Κλεοφῶντι I 617 K'.' τὰ δὲ χειμερινὰ σῦκα Πάμφιλος καλεῖσθαί φησιν κοδώνεα ὑπὸ Ἀχαιῶν, τοῦτο λέγων Ἀριστοφάνην εἰρηκέναι ἐν Λακωνικαῖς Γλώσσαις p. 188 N'.' κοράκεων δὲ σύκων εἶδος Ἕρμιππος ἐν Στρατιώταις παραδίδωσι διὰ τούτων I 239 K':'

τῶν φιβάλεων μάλιστ᾽ ἂν τῶν κοράκεων.
Θεόφραστος δ᾽ ἐν δευτέρω φυτῶν ἱστορίας συκῶν φησι γένος τοιοῦτόν τι εἶναι οἷον [χαρίτιος] Ἀράτειος καλουμένη. ἐν δὲ τῷ τρίτῳ 17, 5' 'περὶ τὴν Τρωικήν φησιν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας: φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος, στρογγυλώτερα <δέ>, εἶναι δὲ τὴν γεῦσιν μεσπιλώδη. περὶ δὲ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς αὐτὸς Θεόφραστος ἐν τῷ τετάρτῳ τῆς φυτικῆς ἱστορίας τάδε γράφει 2, 3':' ‘ ἐν Κρήτῃ καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων, βλαστὸν δέ τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥίζιον, πρὸς καρπός. τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις. δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ <τὰ> ἔσωθεν τοῖς ἐρινοῖς: μέγεθος δὲ ἡλίκον κοκκύμηλον.'

τῶν δὲ προδρόμων καλουμένων σύκων αὐτὸς Θεόφραστος μνημονεύει ἐν ε# φυτικῶν αἰτίων οὕτως 1, 4':' ‘τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν: ὅθεν καὶ οἱ πρόδρομοι.' καὶ προελθὼν τάδε λέγει 1, 8':' ‘πάλιν δὲ τοὺς προδρόμους αἳ μὲν φέρουσιν, τε Λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἳ δ᾽ οὐ φέρουσι.' Σέλευκος δ᾽ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις 707':'

ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς.
καὶ Ἀντιφάνης ἐν Σκληρίαις II 96 K':'
ἔστι γὰρ παρ᾽ αὐτὴν τὴν δίφορον συκῆν κάτω.
Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν FHG I 324' 'κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ᾽ ἀμπέλους βότρυς, τὰς δ᾽ ἐλαίας ἐν χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. ἐν δὲ τῷ δευτέρῳ περὶ φυτῶν Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον: οἳ δὲ καὶ τρίφορον, ὥσπερ ἐν Κέῳ.

λέγει δὲ καὶ h. pl. 2, 5, 5' 'τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι: καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι. πάλιν δὲ Θεόφραστος ἐν τῷ β# τῶν αἰτίων 10, 2' '‘ Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν.' ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας φιλόσοφός φησιν: ‘ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἳ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρ᾽ ἡμῖν. γίνεται δὲ καὶ μείζων οὗτος πολὺ τῶν σύκων: δ᾽ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ.'

οἶδα δὲ καὶ ἄλλα σύκων ὀνόματα λεγόμενα: βασίλεια, συκοβασίλεια, κιρροκοιλάδια [καὶ ὑλάδια], σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφαια, μελανόφαια, κρήνεια, μυλαικά, ἀσκαλώνια.

περὶ δὲ τῆς προσηγορίας τῶν σύκων λέγων Τρύφων ἐν δευτέρῳ φυτῶν ἱστορίας fr. 119 V' 'Ἀνδροτίωνά φησιν ἐν Γεωργικῷ ἱστορεῖν Συκέα ἕνα τινὰ τῶν Τιτάνων διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφ᾽ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ. Φερένικος δ᾽ ἐποποιός, Ἡρακλεώτης δὲ γένος, ἀπὸ Συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι: Ὄξυλον γὰρ τὸν Ὀρείου Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα μετ᾽ ἄλλων γεννῆσαι Καρύαν, Βάλανον, Κράνειαν, Μορέαν, Αἴγειρον, Πτελέαν, Ἄμπελον, Συκῆν: καὶ ταύτας Ἁμαδρυάδας νύμφας καλεῖσθαι καὶ ἀπ᾽ αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ τὸν Ἱππώνακτα φάναι fr. 34':'

συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην.
Σωσίβιος δ᾽ Λάκων FHG II 628' 'ἀποδεικνὺς εὕρημα Διονύσου τὴν συκῆν διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους Συκίτην Διόνυσον τιμᾶν. Νάξιοι δέ, ὡς Ἀνδρίσκος, ἔτι δ᾽ Ἀγλαοσθένης ἱστοροῦσι FHG IV 304',' Μειλίχιον καλεῖσθαι τὸν Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. διὸ καὶ τὸ πρόσωπον τοῦ θεοῦ παρὰ τοῖς Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου καλουμένου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ Μειλιχίου σύκινον. τὰ γὰρ σῦκα μείλιχα καλεῖσθαι.

ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ [τε] λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. Φερεκράτης δὲ πεποιηκὼς τοὺς Πέρσας φησίν I 184 K':'

ἢν δ᾽ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,
τὠφθαλμὼ τούτῳ περιμάττομεν <τὼ> τῶν παιδίων,
ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων. δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων c. 71':' ‘βασιλεῦ, σὺ δ᾽ ἐπ᾽ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταί τ᾽ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ᾽ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην: πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ᾽ ὑδροποτέουσιν: οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο οὐθὲν ἀγαθόν.' Πολύβιος δ᾽ Μεγαλοπολίτης ἐν τῇ ι#2# τῶν ἱστοριῶν c. 24, 9 Hu' '‘Φίλιππος, φησίν, Περσέως πατὴρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων.' καὶ Ἀνάνιος δ᾽ ἰαμβοποιὸς ἔφη fr. 3':'
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν
καὶ σῦκα βαιὰ καὶ δύ᾽ τρεῖς ἀνθρώπους,
γνοίη χ᾽ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.'

τοσαῦτα τοῦ Μάγνου συκολογήσαντος Δάφνος ἰατρὸς ἔφη: ‘Φυλότιμος ἐν γ# περὶ τροφῆςτὰ ἁπαλά, φησί, σῦκα διαφορὰς μὲν ἔχει πλείους πρὸς ἄλληλα καὶ τοῖς γένεσι καὶ τοῖς χρόνοις ἐν οἷς ἕκαστα γίγνεται καὶ ταῖς δυνάμεσιν, οὐ μὴν ἀλλὰ καθόλου εἰπεῖν τά τε ὑγρὰ τὰ πεπεμμένα καὶ μάλιστα αὐτῶν διαλύεται ταχέως καὶ κατεργάζεται μᾶλλον τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ᾽ ἔχει τῶν ὑγρῶν κολλώδεις τε καὶ γλυκείας ὑπονιτρώδεις τε, καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει. χυλὸν δ᾽ ἁλυκὸν δριμύτητα ἔχοντα ἀναδίδωσι μεθ᾽ ἁλῶν καταπινόμενα. διαλύεται μὲν οὖν ταχέως, διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν χρόνον λαγαροὶ γινόμεθα καθ᾽ ὑπερβολήν. ἀδύνατον δ᾽ ἦν τοῦτο συμβαίνειν διαμενόντων καὶ μὴ ταχὺ διαλυομένων τῶν σωμάτων. κατεργάζεται δὲ μᾶλλον τῆς ἄλλης οὐ μόνον ὅτι πολλαπλασίονα λαμβάνοντες αὐτὴν τῆς λοιπῆς ὀπώρας ἀλύπως διάγομεν, ἀλλ᾽ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν ἴσην λαμβάνοντες τούτων προχειρισθέντων οὐθὲν ἐνοχλούμεθα. δῆλον οὖν ὡς εἰ κρατοῦμεν ἀμφοτέρων, ταῦτά τε πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν. τὰς δὲ δυνάμεις ἔχει τὰς λεγομένας: τὴν μὲν κολλώδη τε καὶ τὴν ἁλυκὴν ἐκ τοῦ κολλᾶν τε καὶ ῥύπτειν τὰς χεῖρας, τὴν δὲ γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων τε καὶ ταραχῆς καὶ πλείω καὶ θάττω καὶ μαλακωτέραν ὅτι παρασκευάζει, λόγου προσδεῖν οὐθὲν νομίζομεν. ἀλλοιοῦται δ᾽ οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλ᾽ ὅτι καταπίνομέν τε ταχέως οὐ λεάναντες καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν δ᾽ ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα, ἁλυκώτερον δὲ ποιήσει δριμύν, ἐκ τῶν ἐπιπινομένων. οἱ μὲν γὰρ ἅλες τὸν ἁλυκόν, τὸ δ᾽ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν.'

Ἡρακλείδης δ᾽ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει: διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ <τῶν> σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερεῖς τόμους ἄγει, τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι τοῦ ψυχροῦ, φασί, πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει: τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα: διόπερ τινὲς καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται. μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ.' δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων.

ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας: νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν I 167 K'.' Ἀριστοφάνης δ᾽ ἐν Προαγῶνι I 511 K':'

κάμνοντα δ᾽ αὐτὸν τοῦ θέρους ἰδών ποτε
ἔτρωγ᾽, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι II 211 K':'
νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, βέλτιστε σύ,
φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
Νικοφῶν δ᾽ ἐν Σειρῆσιν I 777 K':'
ἐὰν δέ γ᾽ ἡμῶν σῦκά τις μεσημβρίας
τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως
ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου:
κᾆθ᾽ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.

Δίφιλος δ᾽ Σίφνιός φησι τῶν σύκων εἶναι τὰ μὲν ἁπαλὰ ὀλιγότροφα καὶ κακόχυλα, εὐέκκριτα δὲ καὶ ἐπιπολαστικὰ εὐοικονομητότερά τε τῶν ξηρῶν. τὰ δὲ πρὸς τῷ χειμῶνι γινόμενα βίᾳ πεπαινόμενα χείρονα τυγχάνει: τὰ δ᾽ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα ὡς ἂν κατὰ φύσιν πεπαινόμενα. τὰ δὲ πολὺν ὀπὸν ἔχοντα, καὶ τὰ σπάνυδρα δ᾽ εὐστομώτερα μέν, βαρύτερα δέ. τὰ δὲ Τραλλιανὰ ἀναλογεῖ τοῖς Ῥοδίοις, τὰ δὲ Χῖα καὶ τἄλλα πάντα τούτων εἶναι κακοχυλότερα. Μνησίθεος δ᾽ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν: ‘ὅσα δὲ ὠμὰ προσφέρεται τῶν τοιούτων, οἷον ἄπιοι καὶ σῦκα καὶ μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν ὑπὸ τῆς ὥρας ἕξει.' Δημήτριος δ᾽ Σκήψιος ἐν τῷ ιε# τοῦ Τρωικοῦ διακόσμου fr. 9 Gaede' 'εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατ᾽ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδόν φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὔηχον, ὀκτωκαίδεκα ἔτη σύκων μὴ γευσάμενον. καὶ παροιμίας δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε:

σῦκον μετ᾽ ἰχθύν, ὄσπρεον μετὰ κρέα.
σῦκα φίλ᾽ ὀρνίθεσσι, φυτεύειν δ᾽ οὐκ ἐθέλουσι.

ΜΗΛΑ. ταῦτα Μνησίθεος Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν μῆλα Δελφικὰ καλεῖ cf. Litt. cd'.' Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μηδέπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλότερα μὲν εἶναι τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στῦψιν μὴ ἔχειν, κακοχυλότερα δὲ εἶναι τὰ ὀξέα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα, προσλαμβάνοντα δ᾽ εὐστομεῖν διὰ τὴν ποσὴν στῦψιν εὐστομαχώτερα. εἶναι δὲ αὐτῶν τὰ μὲν θερινὰ κακοχυλότερα, τὰ δὲ φθινοπωρινὰ εὐχυλότερα. τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτητα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια λεγόμενα, προσέτι δὲ <τὰ> πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ Μορδιανὰ καλούμενα γίνεται μὲν κάλλιστα ἐν Ἀπολλωνίᾳ τῇ Μορδίῳ λεγομένῃ, ἀναλογεῖ δὲ τοῖς ὀρβικλάτοις. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρουθία λέγεται, κοινῶς ἁπάντων ἐστὶ τῶν μήλων εὐστομαχώτατα καὶ μάλιστα τὰ πέπονα. Γλαυκίδης δέ φησιν ἄριστα τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία. Φυλότιμος δ᾽ ἐν γ# καὶ ι# περὶ τροφῆςτὰ μῆλα, φησί, τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέπονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τε τὰ μῆλα τῶν ἀπίων δυσπεπτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσαράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται χυμὸς ἐξ αὐτῶν λεγόμενος ὑπὸ Πραξαγόρου <ὑαλώδης>, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει τοὺς χυμούς: ἀπεδείχθη δὲ καθόλου τὰ μῆλα δυσκατεργαστότερα [τε] τῶν ἀπίων, καὶ ὅτι τὰ στρυφνὰ μᾶλλον ἔτι παχυτέρους παρασκευάζειν εἴωθεν αὐτούς. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια στρυφνοτέρους, τὰ δὲ στρουθία τοὺς χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνοτέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται.

Νίκανδρος δ᾽ Θυατειρηνὸς τὰ κυδώνια μῆλα στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν. Γλαυκίδης γὰρ ἱστορεῖ ἄριστα λέγων τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία.

κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ οὕτως fr. 29 B4':'

πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
πολλὰ δὲ μύρσινα φύλλα
καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας.
καὶ Ἀλκμάν fr. 143'.' ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ I 765 K':'
κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.
καὶ Φιλήμων δ᾽ ἐν Ἀγροίκῳ II 478 K' 'τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ᾽ ἐν τῇ #2# τῶν ἱστοριῶν FHG I 336' 'τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. ‘τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν, φησίν, εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.'

Ἕρμων δ᾽ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. Πολέμων δ᾽ ἐν ε# τῶν πρὸς Τίμαιον fr. 43 Pr' 'ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ fr. 90':' ‘μεῖον κοδύμαλον.' Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν β# τῆς ἱστορίας 2, 5'.'

διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ᾽ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων Ἀρχύτας ἐν Γεράνῳ φησίν p. 44 M':'

ὥριον οἷά τε μῆλον, τ᾽ ἀργιλώδεσιν ὄχθαις
πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.
μνημονεύει δ᾽ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως fr. 50 Schn':'
αὐτίχ᾽ γ᾽ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων
μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.
ὅτι δ᾽ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν α# Ἡρακλείας p. 178 M' 'καὶ Ἀπολλόδωρος Ἀθηναῖος ἐν ε# περὶ νεῶν καταλόγου. Ἀντίγονος δ᾽ Καρύστιος ἐν Ἀντιπάτρῳ φησίν p. 170 Wil':'
ᾗχι μοι ὡραίων πολὺ φίλτερος δ᾽ ἀριμήλων
πορφυρέων, Ἐφύρῃ τά τ᾽ ἀέξεται ἠνεμοέσσῃ.

φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως I 211 K':'

τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι
φαυλίων μήλων.
καὶ Θεόπομπος ἐν Θησεῖ I 738 K'.' Ἀνδροτίων δ᾽ ἐν τῷ Γεωργικῷτὰς δὲ μηλέας, φησί, φαυλίας καὶ στρουθίας: οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν: τὰς δὲ ἠρινὰς Λακωνικὰς Σιδουντίας χνοωδίας.' ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ <κατὰ> τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων. τούτων δ᾽ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος Συρακόσιος οὑτωσί πως λέγων 2, 120':'
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
κρατὶ δ᾽ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.
Νεοπτόλεμος δ᾽ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων. ‘ἐπιμηλὶς δὲ καλεῖται, φησὶ Πάμφιλος, τῶν ἀπίων τι γένος.' Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δ# Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα: εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δ᾽ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δ# Λακωνικῶν FHG IV 332':' ‘ἔτι δὲ μῆλα καὶ <μηλέας> τὰς λεγομένας ἑσπερίδας.'

ΠΕΡΣΙΚΑ. Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν καρπὸς οὐ φανερός, γράφει καὶ τάδε: ‘ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου, τῶν ἄλλων ὅσα τοιαῦτα πλὴν τοῦ Περσικοῦ, τούτου δ᾽ ἥκιστα: καὶ πάλιν ῥόας, ἀπίου, μηλέας.' Δίφιλος δ᾽ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσίν φησι: ‘τὰ δὲ Περσικὰ λεγόμενα μῆλα, ὑπό τινων δὲ Περσικὰ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων.' Φυλότιμος δ᾽ ἐν τῷ τρίτῳ περὶ τροφῆς τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δ᾽ ὑπάρχειν καὶ πιεζόμενον πλεῖστον ἔλαιον ἀνιέναι. Ἀριστοφάνης δ᾽ γραμματικὸς ἐν Λακωνικαῖς Γλώσσαις p. 188 N' 'τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά, τινες ἄδρυα.

ΚΙΤΡΙΟΝ. περὶ τούτου πολλὴ ζήτησις ἐνέπεσε τοῖς δειπνοσοφισταῖς, εἴ τίς ἐστιν αὐτοῦ μνήμη παρὰ τοῖς παλαιοῖς. Μυρτίλος μὲν γὰρ ἔφασκεν, ὥσπερ εἰς αἶγας ἡμᾶς ἀγρίας ἀποπέμπων τοὺς ζητοῦντας, Ἡγήσανδρον τὸν Δελφὸν ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ μνημονεύειν, τῆς <δὲ> λέξεως τὰ νῦν οὐ μεμνῆσθαι. πρὸς ὃν ἀντιλέγων Πλούταρχοςἀλλὰ μὴν ἔγωγε, φησί, διορίζομαι μηδ᾽ ὅλως τὸν Ἡγήσανδρον τοῦτο εἰρηκέναι, δι᾽ αὐτὸ τοῦτ᾽ ἐξαναγνοὺς αὐτοῦ πάντα τὰ ὑπομνήματα, ἐπεὶ καὶ ἄλλος τις τῶν ἑταίρων τοῦτ᾽ ἔχειν οὕτω διεβεβαιοῦτο, ὁρμώμενος ἔκ τινων σχολικῶν ὑπομνημάτων ἀνδρὸς οὐκ ἀδόξου: ὥστε ὥρα σοι, φίλε Μυρτίλε, ἄλλον ζητεῖν μάρτυρα.' Αἰμιλιανὸς δὲ ἔλεγεν Ἰόβαν τὸν Μαυρουσίων βασιλέα, ἄνδρα πολυμαθέστατον, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι FHG III 472' 'μνημονεύοντα τοῦ κιτρίου καλεῖσθαι φάσκειν αὐτὸ παρὰ τοῖς Λίβυσι μῆλον Ἑσπερικόν, ἀφ᾽ ὧν καὶ Ἡρακλέα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἰδέαν λεγόμενα μῆλα. τὰ δὲ τῶν Ἑσπερίδων λεγόμενα μῆλα ὅτι ἐς τοὺς Διὸς καὶ Ἥρας λεγομένους γάμους ἀνῆκεν γῆ Ἀσκληπιάδης εἴρηκεν ἐν ἑξηκοστῷ Αἰγυπτιακῶν FHG III 306'.' πρὸς τούτους ἀποβλέψας Δημόκριτος ἔφη: ‘εἰ μέν τι τούτων Ἰόβας ἱστορεῖ, χαιρέτω Λιβυκαῖσι βίβλοις ἔτι τε ταῖς Ἄννωνος πλάναις. ἐγὼ δὲ τὸ μὲν ὄνομα οὔ φημι κεῖσθαι [τοῦ κιτρίου] παρὰ τοῖς παλαιοῖς τοῦτο, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου Θεοφράστου οὕτως λεγόμενον ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ ἀναγκάζει με ἐπὶ τῶν κιτρίων ἀκούειν τὰ σημαινόμενα.

φησὶ γὰρ φιλόσοφος ἐν τῷ τετάρτῳ τῆς περὶ φυτῶν ἱστορίας οὕτως 4, 2':' ‘ δὲ Μηδία χώρα καὶ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς [δάφνης] ἀνδράχλης καὶ καρύας, ἀκάνθας δ᾽ οἵας ἄπιος ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου: κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ. χρήσιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον ῾δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον̓ καὶ πρὸς στόματος εὐωδίαν: ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσῃ τε εἰς τὸ στόμα καὶ καταρροφήσῃ, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς: εἶτ᾽ ἄρδεται διὰ τετάρτης πέμπτης ἡμέρας. ὅταν δὲ ἁδρὸν , διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν: τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ᾽ ἀνθεῖ, τὰ δ᾽ ἐκπέττει. τῶν δ᾽ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τινὰ ἐξέχουσαν, ταῦτά ἐστι γόνιμα: ὅσα δὲ μή, ἄγονα.' κἀν τῷ πρώτῳ δὲ τῆς αὐτῆς πραγματείας 13, 4' 'τὰ περὶ τῆς ἠλακάτης καὶ τῶν γονίμων εἴρηκεν. ἐκ τούτων ἐγὼ κινούμενος, ἑταῖροι, ὧν φησιν Θεόφραστος περὶ χρόας, περὶ ὀδμῆς, περὶ φύλλων τὸ κιτρίον [εἶναι] λέγεσθαι πεπίστευκα, καὶ μηδεὶς ὑμῶν θαυμαζέτω εἴ φησιν μὴ ἐσθίεσθαι αὐτό, ὁπότε γε καὶ μέχρι τῶν κατὰ τοὺς πάππους ἡμῶν χρόνων οὐδεὶς ἤσθιεν, ἀλλ᾽ ὥς τι μέγα κειμήλιον ἀπετίθεντο ἐν ταῖς κιβωτοῖς μετὰ τῶν ἱματίων.

ὅτι δ᾽ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται. Ἀντιφάνης μὲν ἐν Βοιωτίῳ II 35 K':'

καὶ περὶ μὲν ὄψου γ᾽ ἠλίθιον τὸ καὶ λέγειν
ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε,
παρθένε, τὰ μῆλα. Β. καλά γε. Α. καλὰ δῆτ᾽,
θεοί:
νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ᾽ ἀφιγμένον
εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
Β. παρ᾽ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Φωσφόρον,
φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ᾽ εἶναι: τρία
μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον.
Ἔριφος δ᾽ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια [τὰ τοῦ Ἀντιφάνους] ἐπιφέρει II 429 K':'
Β. παρ᾽ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Ἄρτεμιν,
φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ᾽ εἶναι; τρία
μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
τίθημι: λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι.
Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
Β. βέρβεαι πολυτίμητε: κᾆτα τρεῖς μόνας
καὶ τάσδ᾽ ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας.

τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω: καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου ἔννοιαν ἡμῖν διδόντος μήποτε ἀπὸ τῆς κέδρου τὸ κεδρίον ὠνόμασται. καὶ γὰρ τὴν κέδρον φησὶν ἐν πέμπτῳ περὶ φυτῶν FHG II 300' 'ἀκάνθας ἔχειν περὶ τὰ φύλλα. ὅτι δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὸ κιτρίον ἐστὶ παντὶ δῆλον.

ὅτι δὲ καὶ προλαμβανόμενον τὸ κιτρίον πάσης τροφῆς ξηρᾶς τε καὶ ὑγρᾶς ἀντιφάρμακόν ἐστι παντὸς δηλητηρίου εὖ οἶδα, μαθὼν παρὰ πολίτου ἐμοῦ πιστευθέντος τὴν τῆς Αἰγύπτου ἀρχήν. οὗτος κατεδίκασέ τινας γενέσθαι θηρίων βορὰν κακούργους εὑρεθέντας, καὶ ἔδει αὐτοὺς ἀποσίτοις ζῴοις παραβληθῆναι. εἰσιοῦσι δὲ αὐτοῖς εἰς τὸ τοῖς λῃσταῖς εἰς τιμωρίαν ἀποδεδειγμένον θέατρον κατὰ τὴν ὁδὸν κάπηλίς τις γυνὴ κατ᾽ ἔλεον ἔδωκεν οὗ μετὰ χεῖρας εἶχεν ἐσθίουσα κιτρίου, καὶ λαβόντες ἔφαγον καὶ μετ᾽ οὐ πολὺ παραβληθέντες πελωρίοις καὶ ἀγριωτάτοις ζῴοις ταῖς ἀσπίσι δηχθέντες οὐδὲν ἔπαθον. ἀπορία δὲ κατέσχε τὸν ἄρχοντα. καὶ τὸ τελευταῖον ἀνακρίνων τὸν αὐτοὺς φυλάττοντα στρατιώτην εἴ τι ἔφαγον ἔπιον, ὡς ἔμαθε [κατὰ τὸ αὐτὸν ἐξ ἀκεραίου] τὸ κιτρίον δεδομένον, τῇ ἐπιούσῃ τῶν ἡμερῶν τῷ μὲν πάλιν ἐκέλευσε δοθῆναι κιτρίου, τῷ δ᾽ οὔ: καὶ μὲν φαγὼν δηχθεὶς οὐδὲν ἔπαθεν, δὲ παραυτίκα πληγεὶς ἀπέθανε. δοκιμασθέντος οὖν διὰ πολλῶν τοῦ τοιούτου εὑρέθη τὸ κιτρίον ἀντιφάρμακον <ὂν> παντὸς δηλητηρίου φαρμάκου. ἐὰν δέ τις ἐν μέλιτι Ἀττικῷ ὅλον κιτρίον ὡς ἔχει φύσεως συνεψήσῃ μετὰ τοῦ σπέρματος, διαλύεται μὲν ἐν τῷ μέλιτι, καὶ ἀπ᾽ αὐτοῦ λαμβάνων ἕωθεν δύο τρεῖς δακτύλους οὐδ᾽ ὁτιοῦν ὑπὸ φαρμάκου πείσεται.

τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ. φησὶ γὰρ οὗτος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν FHG I 311' 'περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ τυράννου, ὡς βιαίως ἀνῄρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου ἀκόνιτον πιεῖν: ‘ἐπειδὴ οὖν, φησί, πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον: τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον: καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ τὴν Ἡράκλειαν.'

ταῦτ᾽ εἰπόντος τοῦ Δημοκρίτου θαυμάσαντες οἱ πολλοὶ τὴν τοῦ κιτρίου δύναμιν ἀπήσθιον ὡς μὴ πρότερον φαγόντες πιόντες τι. Πάμφιλος δ᾽ ἐν ταῖς Γλώσσαις Ῥωμαίους φησὶν αὐτὸ κίτρον καλεῖν.

ἑξῆς δὲ τοῖς προειρημένοις κατ᾽ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ᾽ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων p. 230 L':'

ἄγει δὲ παντοδαπὰ κογχύλια,
λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθυνάκια,
.... βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,
τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽
εὐμαρέα:
μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,
τὰ γλυκέα μέν ἐντ᾽ ἐπέσθειν, ἐμπαγῆμεν δ᾽ ὀξέα,
τούς τε μακρογογγύλους σωλῆνας: μέλαινά τε
κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ᾽ ἰσωνία:
θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες,
ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας
πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.

ἐν δὲ Μούσαις γράφεται p. 238 L' 'ἀντὶ τοῦ

<κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ᾽ ἰσωνία>
κόγχος, ἃν τέλλιν καλέομες: ἐστὶ δ᾽ ἅδιστον κρέας.
τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ᾽ αὐτῆς Ἀριστοφάνης γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι p. 274 N' 'ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ᾽ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ᾽ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδὴν ἧς ἀρχή fr. 51 B4':'
πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,
ἧς ἐπὶ τέλει γεγράφθαι:
ἐκ δὲ παίδων χαύνοις φρένας θαλασσία λεπάς.
δ᾽ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας: τὰ παιδάρια δὲ ἡνίκ᾽ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ᾽ ἡμῖν τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ:
ἀλλ᾽ ἴσχε: τελλίνης γὰρ ἐξαίφνης μέ τις
ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.
πάλιν δ᾽ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι p. 250 L':'
κἄν τις ἑλλήνων τὸν ἀναρίταν, θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.
παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται fr. 65 Bo':' ‘μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.' ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν fr. 55' 'χηράμβας ὀνομάζει. καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται fr. 198 B',' τοῦ δ᾽ ἀναρίτου Ἴβυκος fr. 22'.' καλεῖται δ᾽ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ᾽ ἐν Συνεργαζομέναις fr. 2 B':'
προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.
Αἰσχύλος δ᾽ ἐν Πέρσαις τις ἀνηρει τοὺςνήσους νηριτοτρόφουσ᾽ εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται Il. 16.747'.'

Διοκλῆς δ᾽ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. Ἄρχιππος δ᾽ ἐν Ἰχθύσι I 683 K':'

λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε:
ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι Διοκλῆς κόγχας, πορφύρας, κήρυκας. περὶ δὲ τῶν κηρύκων Ἄρχιππος τάδε λέγει ibid':'
κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
Σπεύσιππος δ᾽ ἐν β# Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως fr. 302':'
ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα
δυναίμεθ᾽ εὑρεῖν ...
ἔτι Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. Ἀραρὼς δὲ Καμπυλίωνί φησιν II 217 K':'
τὰ κομψὰ <μὲν> δὴ ταῦτα νωγαλεύματα,
κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην.
Σώφρων δ᾽ ἐν Μίμοις fr. 38 Bo':' ‘τίνες δέ ἐντί ποκα, φίλα, τοιδέ τοι μακραὶ κόγχαι; Β. σωλῆνές θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.' τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν Ἀρχιλόχοις I 14 K':'
μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
Φιλύλλιος δ᾽ Εὔνικος Ἀριστοφάνης ἐν Πόλεσι I 785 K':'
πουλυπόδειον σηπιδάριον, κάραβον, ἀστακόν,
ὄστρειον,
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
ἐκ Μιτυλήνης:
αἴρετ᾽ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
πέρκη, κορακῖνοι.
Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς FHG 386. 292' 'τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.

τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ἀριστοφάνης Βαβυλωνίοις I 409 K':'

ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
Τηλεκλείδης δ᾽ ἐν Ἡσιόδοις I 214 K' 'κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις fr. 33 Bo':' ‘αἵ γα μὰν κόγχαι, ὥσπερ αἴ κ᾽ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.' ἀρσενικῶς δ᾽ Αἰσχύλος ἐν Ποντίῳ Γλαύκῳ fr. 32 N':'
κόγχοι μύες κὤστρεια.
Ἀριστώνυμος Θησεῖ I 668 K':'
κόγχος ἦν βάπτων ἄλλων ὁμοίως.
παραπλησίως δ᾽ εἴρηκε καὶ Φρύνιχος Σατύροις I 383 K'.'

Ἱκέσιος δὲ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ <λείας> βασιλικάς. καὶ τὰς μὲν τραχείας [καὶ] κακοχύλους εἶναι, ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους: τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ᾽ ἐν ὑπομνήμασι FGH IV 420' 'τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς.

τὰς δὲ λεπάδας Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ᾽ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε τούτων. ‘οἱ δὲ κτένες τροφιμώτεροι μέν εἰσι, κακοχυλότεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι καὶ οἱ τούτοις ὅμοιοι τῇ εὐχυλίᾳ τῶν μὲν κτενῶν βελτίονες, τῶν δὲ χημῶν λειπόμενοι: οὐρητικώτεροι δὲ μᾶλλον ἐπὶ τὴν κοιλίαν φερόμενοι. εἰσὶ δ᾽ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ᾽ ἐλάσσονες τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλότεροι τῶν σκιλλωδῶν, ἀτροφώτεροι δέ, διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι. οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοί τέ εἰσι καὶ ἀτροφώτεροι μυῶν τε καὶ χημῶν καὶ κτενῶν: τοῖς δ᾽ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι τὴν τροφὴν εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες. τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης ἐστίν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι, πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι. τροφιμώτεραι δὲ τούτων εἰσὶ καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδέστεραι ὑπάρχουσι: καὶ γὰρ ὅλον τὸ κογχύλιον τοιοῦτόν ἐστιν. ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι παρέπεται τὸ ἑψομέναις παχὺν ποιεῖν τὸν ζωμόν. ἑψόμενοι δὲ τὸ καθ᾽ ἑαυτοὺς καὶ οἱ τράχηλοι τῶν πορφυρῶν εὐθετοῦσι πρὸς τὰς τῶν στομάχων διαθέσεις.' μνημονεύει δ᾽ αὐτῶν Ποσείδιππος ἐν Λοκρίσιν IV 517 M' 'οὕτως:

ὥρα περαίνειν: ἐγχέλεια, καράβους,
κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
πίνας, τραχήλους, μύας.

αἱ βάλανοι δ᾽ εἰ μείζονες, εὐέκκριτοι καὶ εὔστομοι. τὰ δ᾽ ὠτάριαγίνεται δὲ ταῦτα κἀν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένῃ Φάρῳ νήσῳτροφιμώτερα τῶν προειρημένων ἁπάντων, οὐκ εὐέκκριτα δέ. Ἀντίγονος δ᾽ Καρύστιος ἐν τῷ περὶ λέξεως p. 174 Wil' 'τὸ ὄστρεον τοῦτο ὑπὸ Αἰολέων καλεῖσθαι οὖς Ἀφροδίτης. αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. γίνεται δέ τινα καὶ ἄγρια λεγόμενα ὄστρεα: πολύτροφα δ᾽ ἐστὶ καὶ βρομώδη προσέτι τε εὐτελῆ κατὰ τὴν γεῦσιν. Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῴων p. 229 R' '‘ὄστρεα, φησίν, πίνη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λεπάς, τῆθος, βάλανος. πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἐστὶ δ᾽ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτός, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, δὲ πίνη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, δίθυρον δὲ καὶ λειόστρακον, λεπὰς δὲ μονόθυρον καὶ λειόστρακον, συμφυὲς δὲ μῦς, μονοφυὲς δὲ καὶ λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ᾽ ἐξ ἀμφοῖν κόγχη.' τὸ δ᾽ ἐντὸς τῆς πίνης Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καλεῖσθαί φησι μήκωνα. ἐν δὲ πέμπτῳ ζῴων μορίων Ἀριστοτέλης h. a. V p. 544a 15' '‘γίνονται, φησίν, αἱ μὲν πορφύραι περὶ τὸ ἔαρ, οἱ δὲ κήρυκες λήγοντος τοῦ χειμῶνος. ὅλως δέ, φησί, τὰ ὀστρακόδερμα ἐν τῷ ἔαρι φαίνεται ἔχοντα τὰ καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων. οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις αἰεί τε ἰσχύουσι καὶ τὸ πλέον ἐν ταῖς πανσελήνοις καὶ ταῖς ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρραίων: ἐκεῖνοι δ᾽ ἀμείνονες τοῦ χειμῶνος καί εἰσι μικροί, πλήρεις δὲ ᾠῶν. κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν.'

προελθὼν δὲ πάλιν φησὶν φιλόσοφος p. 546b 18':' ‘αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν: <τοῦτο δ᾽ ἐστὶν οἷον κηρίον>, ἀλλ᾽ οὐχ οὕτως γλαφυρόν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὗται καὶ τὰ ἄλλα ὀστρακόδερμα ἐξ ἰλύος καὶ σήψεως. τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι: κηριάζουσι γὰρ καὶ οὗτοι. ἀφιᾶσι δ᾽ ἀρχόμεναι κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται. ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφιᾶσι δ᾽ ἰχῶρα εἰς τὴν γῆν: καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἔχουσαι ἁλίσκονται αἱ πορφύραι. ἐὰν δὲ πρὶν ἐκτεκεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ ταὐτὸ συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνεται οἱονεὶ βότρυς. ἐστὶ δὲ τῶν πορφυρῶν γένη πλείονα: καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ τὸ Λεκτόν, αἳ δὲ μικραί, οἷον ἐν τῷ Εὐρίπῳ καὶ περὶ Καρίαν. καὶ αἱ μὲν ἐν τοῖς κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ᾽ ἐρυθρὸν μικρόν. γίνονται δ᾽ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι. αἱ δ᾽ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθός εἰσι μικραί, τὸ δὲ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ᾽ ἐν μὲν τοῖς προσβόρροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον.'

Ἀπολλόδωρος δ᾽ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰλιχνοτέρα τᾶν προφυρᾶν᾽ fr. 60 Bo' 'φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος: οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ᾽ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν: ἄλλοι δ᾽ ἀπὸ τοῦ ζῴου. ‘ἁλίσκονται δέ, φησὶν Ἀριστοτέλης h. a. V p. 547a 13',' τοῦ ἔαρος, ὑπὸ κύνα δ᾽ οὐχ ἁλίσκονται: οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ ib. p. 547b 3' ' καὶ αὐτὴ καὶ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα. νέμονται δ᾽ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει πορφύρα μεῖζον δακτύλου, νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. μακρόβια δ᾽ ἐστὶν καὶ πορφύρα καὶ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ αὔξησις ἐκ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. αἱ δὲ κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.

αἱ δὲ πῖναι ὀρθαὶ φύονται ἐκ τοῦ βυθοῦ ἔχουσί τε ἐν αὑταῖς τὸν πινοφύλακα αἳ μὲν καρίδιον, αἳ δὲ καρκίνιον: οὗ στερόμεναι θᾶττον διαφθείρονται.' τοῦτο δὲ Πάμφιλος Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων συμπεφυκέναι φησὶν αὐταῖς. Χρύσιππος δ᾽ Σολεὺς ἐκ τοῦ ε# περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς: ‘ πίννη, φησίν, καὶ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ᾽ ἰδίαν οὐ δυνάμενα συμμένειν. μὲν οὖν πίννη ὄστρεόν ἐστιν, δὲ πιννοτήρης καρκίνος μικρός. καὶ πίννη διαστήσασα τὸ ὄστρακον ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, δὲ δηχθεῖσα συμμύει. καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.' φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν δὲ Ἀριστοτέλης φησί ibid. b 18':' ‘πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον λεπάδες καὶ νηρῖται.' —

τὸν αὐτὸν δὲ τρόπον ib. p. 548a 22' 'γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν. ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη: αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ᾽ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι.' τὰς δὲ κνίδας Εὔπολις ἐν Αὐτολύκῳ I 272 K' 'ἀκαλήφας ὀνομάζει ἔτι τε Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως ib. p. 534':'

ἔχε τὸν πρῶτον πάντων
ἴφυα φῦναι
εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
καὶ ἐν Σφηξί 884'.' Φερεκράτης δ᾽ ἐν Αὐτομόλοις I 152 K':'
κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.
Δίφιλος δ᾽ Σίφνιος ἰατρὸς δὲ ἀκαλήφη, φησίν, ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος: κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.' ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν: ὑφ᾽ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται: τάχα δὲ ἴσως διὰ ταύτην καὶ βοτάνη. κατ᾽ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται: οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως IV 468 M':'
ὄστρε᾽, ἀκαλήφας, λεπάδας .. παρέθηκέ μοι.
τὸ δ᾽ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται 549':'
ἀλλ᾽ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.
ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.

καὶ περὶ τῶν ἄλλων ὀστρέων Δίφιλος τάδε φησί: ‘χημῶν δὲ τῶν τραχειῶν αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι: αἱ δὲ λεῖαι, βασιλικαὶ δὲ πρός τινων καλούμεναι πελώριαί τε λεγόμεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους. τελλῖναι γίνονται μὲν ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν πληθύουσιν. ὧν λεπτότεραι μέν εἰσιν αἱ βασιλικαὶ διαχωρητικαί τε καὶ κοῦφαι, ἔτι δὲ καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως εἰσὶ τρόφιμοι, διαχωρητικοί, οὐρητικοί: κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί. αἱ δὲ μυίσκαι τῶν μυῶν οὖσαι μικρότεραι γλυκεῖαί τε καὶ εὔχυλοί εἰσι προσέτι τε καὶ τρόφιμοι. οἱ δὲ σωλῆνες μὲν πρός τινων καλούμενοι, πρός τινων δὲ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, πολύχυλοι καὶ κακόχυλοι, κολλώδεις. καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοί εἰσι καὶ οὐ μονοχρώματοι: εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ ἄλλοις δυσουροῦσιν εὔθετοι. οἱ δὲ θήλεις μονοχρώματοί τέ εἰσι καὶ γλυκύτεροι. λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί: κρείττονες δ᾽ εἰσὶν οἱ μέχρι τοῦ χανεῖν ἐπ᾽ ἀνθράκων ὀπτώμενοι.' —‘σωληνισταὶ δ᾽ ἐκαλοῦντο οἱ συνάγοντες τὰ ὄστρεα ταῦτα, ὡς ἱστορεῖ Φαινίας Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας γράφων οὕτως: ‘Φιλόξενος καλούμενος σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, ζῶν τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν: ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐκτήσατο.' — ‘τῶν δὲ κτενῶν ἁπαλώτεροι μέν εἰσιν οἱ λευκοί: ἄβρομοι γὰρ καὶ εὐκοίλιοι. τῶν δὲ μελάνων καὶ πυρρῶν οἱ μείζονες καὶ εὔσαρκοι εὔστομοι. κοινῶς δὲ πάντες εὐστόμαχοι, εὔπεπτοι, εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως.' —μνημονεύει δ᾽ αὐτῶν καὶ Ἄρχιππος ἐν Ἰχθύσι I 683 K':'

λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε.
—‘αἱ δὲ βάλανοι καλούμεναι ἀπὸ τῆς πρὸς τὰς δρυίνας ὁμοιότητος διαφέρουσι παρὰ τοὺς τόπους. αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαί, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα. αἱ δὲ φωλάδες εὔστομοι, βρομώδεις δὲ καὶ κακόχυλοι.

ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ εὔχυλοι. προσηνέστεροι δ᾽ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες ἀνιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν ... τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν: οἱ δ᾽ ἐπὶ τοῦ σκοπέλου τῆς Σικελίας κοιλίας λυτικοί.' Ἀριστοτέλης δέ φησι h. a. IV p. 530a 34' 'τῶν ἐχίνων πλείω γένη εἶναι: ἓν μὲν τὸ ἐσθιόμενον, ἐν τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν. μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων fr. 69 Bo' 'καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως I 497 K':'

δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὸν κάτω σπατάγγην.
καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί p. 231 L':'
καρκίνοι θ᾽ ἵκοντ᾽ ἐχῖνοί θ᾽, οἳ καθ᾽ ἁλμυρὰν ἅλα
νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δ᾽ ἐμπορεύονται μόνοι.
Δημήτριος δ᾽ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου fr. 15 Gaede' 'Λάκωνά φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ᾽ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν: ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν: ‘ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ᾽ αὖτις ἔτι <κα> λάβοιμι.' ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας ὥσπερ τι χαράκωμα, Ἴων Χῖος μαρτυρεῖ ἐν Φοίνικι Καινεῖ λέγων οὕτως p. 573 N':'
ἀλλ᾽ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα
τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας:
ὃς εὖτ᾽ ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ,
στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας
κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.

τῶν δὲ λεπάδων, φησὶν Δίφιλος, τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ δὲ σκληραὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ᾽ αὐταῖς καὶ οἱ κήρυκες: ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι δέ: διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι: δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι. τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι. διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ [τοῦ] κήρυκος: ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασίν τ᾽ ἐπιτήδειον. τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν λίμναις καὶ ἐν θαλάσσῃ. κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα. τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ <γλυκέος> ὕδατος ἀμιγῆ μικρά, σκληρά,