previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45.

ἀλλὰ ταῦτα μὲν ἐάσω: οὐδὲ γὰρ οὐδ᾽ αὐτὸς Καῖσαρ ἐσεμνύνατό ποτε ἐπ᾽ αὐτοῖς, μισῶν ἀεὶ τὰ 1 τῆς ἀνάγκης: ἐπεὶ δὲ τὸ δαιμόνιον δικαιότατα τὴν μάχην ἔκρινε, τίνα μὲν τῶν τότε πρῶτον ἁλόντων ἀπέκτεινε, τίνα δὲ οὐκ ἐτίμησεν, οὐχ ὅτι [p. 388] τῶν βουλευτῶν τῶν ἱππέων καὶ ὅλως τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν συμμάχων τῶν τε ὑπηκόων; [2] οὐδὲ γὰρ οὐδὲ ἐκείνων τις οὔτ᾽ ἀπέθανε βιαίως οὔτε αἰτίαν ἔλαβεν, οὐκ ἰδιώτης, οὐ βασιλεύς, οὐκ ἔθνος, οὐ πόλις: ἀλλ᾽ οἱ μὲν καὶ συνεξητάσθησαν αὐτῷ, οἱ δὲ τὴν γοῦν ἄδειαν ἐντίμως ἔσχον, ὥστε τότε δὴ καὶ πάντας ὀδύρεσθαι τῶν [3] ἀπολωλότων. τοσαύτῃ γὰρ περιουσίᾳ φιλανθρωπίας ἐχρήσατο ὥστε τοὺς μὲν συναραμένους τῷ Πομπηίῳ ἐπαινέσαι καὶ πάντα σφίσι τὰ δοθέντα ὑπ᾽ αὐτοῦ φυλάξαι, τὸν δὲ δὴ 2 Φαρνάκην καὶ τὸν Ὀρώδην μισῆσαι ὅτι οὐκ ἐπεκούρησαν φίλοι [4] αὐτοῦ ὄντες. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τῷ μὲν οὐκ ἐς μακρὰν ἐπολέμησε, τῷ δὲ ἐπιστρατεύσειν ἔμελλε. πάντως δ᾽ ἂν καὶ ... 3 ζῶντα εἰλήφει. τεκμήριον δὲ ὅτι μήτε εὐθὺς αὐτὸν ἐπεδίωξεν ἀλλὰ κατὰ σχολὴν εἴασε φυγεῖν, καὶ [5] τὸν θάνατον αὐτοῦ ἀηδῶς ἤκουσε, τούς τε φονεύσαντας αὐτὸν οὐκ ἐπῄνεσεν ἀλλὰ καὶ ἀνταπέκτεινεν οὐ πολλῷ ὕστερον, καὶ αὐτόν γε τὸν Πτολεμαῖον, ὅτι καίτοι παῖς ὢν τὸν εὐεργέτην ἀπολόμενον περιεῖδε, προσδιέφθειρε.

1 a)ei\ ta\ Kübler, au)ta\ LM, au)= ta\ cod. Peir.

2 dh\ cod. Peir., om. LM.

3 Lacuna recognized by Xyl.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: