καὶ ὅπως γε μηδεὶς ὑμῶν ὑποπτεύσῃ με χαρίσασθαί τι τοῖς τὸν Καίσαρα ἀποκτείνασιν, ἵνα μὴ δίκην δῶσιν, ὅτι ποτὲ ἐν τῇ τοῦ Πομπηίου μερίδι [2] ἐγενόμην, βούλεσθαι, 1 ἕν τι ὑμῖν ἐρῶ. καὶ γάρ τοι καὶ νομίζω πάντας ὑμᾶς πεπεῖσθαι σαφῶς ὅτι οὔτε φιλίαν οὔτε ἔχθραν πρὸς οὐδένα πώποτε δι᾽ ἐμαυτὸν ἀνειλόμην, ἀλλ᾽ ἀεὶ πάντας ὑμῶν ἕνεκα [p. 362] καὶ τῆς κοινῆς καὶ ἐλευθερίας καὶ ὁμονοίας τοὺς μὲν ἐμίσησα τοὺς δὲ ἠγάπησα. δι᾽ οὖν τοῦτο 2 τὰ μὲν ἄλλα ἐάσω, βραχὺ δέ τι ὑμῖν μόνον φράσω. [3] τοσούτου γὰρ δέω τοῦτο ποιεῖν καὶ μὴ τῆς κοινῆς σωτηρίας προσκοπεῖν, ὥστε καὶ τοῖς ἑτέροις οὐχ ὅτι τὴν ἄδειαν ἁπάντων ὧν ἐπιπολάσαντες ἐπὶ τοῦ Καίσαρος ἔξω τοῦ καθεστηκότος ἐποίησαν δοθῆναί φημι χρῆναι, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς ἀρχὰς καὶ τὰς δωρεάς, ὅσας ἔλαβον παρ᾽ αὐτοῦ, καίπερ οὐκ ἀρεσκόμενός τισιν αὐτῶν, φυλαχθῆναι. [4] πρᾶξαι μὲν γὰρ ἔτι 3 καὶ προχειρίσασθαί τι τοιοῦτον οὐκ ἂν ὑμῖν συμβουλεύσαιμι: ἐπειδὴ δὲ γέγονεν, οὐδὲν οὐδὲ ἐκείνων οἶμαι δεῖν ὑμᾶς πολυπραγμονῆσαι. τί γὰρ ἂν καὶ ζημιωθείητε τοσοῦτον, ἄν τι 4 ὁ δεῖνα ἢ ὁ δεῖνα ἔξω τοῦ δικαίου καὶ παρὰ τὴν ἀξίαν λαβὼν ἔχῃ, ὅσον ὠφεληθείητε μήτε φόβον μήτε ταραχὴν τοῖς γε δυνηθεῖσι τότε παρασχόντες; [5]
ταῦτα μὲν ἐν τῷ παρόντι πρὸς τὸ κατεπεῖγον ἤδη λέγω: ἐπειδὰν δὲ καταστῇ τὰ πράγματα, τότε καὶ περὶ τῶν λοιπῶν σκεψώμεθα.
’