λέξω δὲ περὶ τοῦ γένους αὐτοῦ πρῶτον, οὐχ ὅτι λαμπρότατόν ἐστι: καίτοι καὶ τοῦτο οὐ σμικρὸν ἐς ἀρετῆς φύσιν φέρει, τὸ μήτε ἀπὸ ταὐτομάτου τινὰ ἀλλ᾽ ἐκ παρασκευῆς συγγενοῦς [2] ἀγαθὸν γενέσθαι. οἱ μὲν γὰρ οὐκ ἐξ εὐγενῶν φύντες δύναιντο μὲν ἂν καὶ προσποιητῶς ἀνδραγαθίζεσθαι, δύναιντο δ᾽ ἂν καὶ ἐλεγχθῆναί ποτε ἐς τὸ κακογενὲς ὑπὸ τοῦ συμφύτου: ὅσοις δὲ ἄνωθεν ἐκ πολλοῦ σπέρμα ἀνδραγαθίας ὑπάρχει, πᾶσα αὐτοὺς ἀνάγκη καὶ αὐτόφυτον καὶ [3] διαρκῆ τὴν ἀρετὴν ἔχειν. οὐ μὴν ἀλλ᾽ ἔγωγε οὐ τοῦτο μάλιστα νῦν ἐπαινῶ τοῦ Καίσαρος, ὅτι τὰ μὲν νεώτατα ἐκ πολλῶν καὶ γενναίων ἀνδρῶν ἔφυ, τὰ δὲ ἀρχαιότατα ἐκ βασιλέων καὶ θεῶν ἐγίγνετο, ἀλλ᾽ ὅτι πρῶτον μὲν τῆς πόλεως ἡμῶν ὅλης συγγενής ἐστιν ῾ἐκ γὰρ ὧν οὗτος ἐγεννήθη, πρὸς [4] τούτων ἡμεῖς ᾠκίσθημεν᾽, ἔπειθ᾽ ὅτι τῶν προπατόρων αὐτοῦ ἐς τὸ θεῖον δι᾽ ἀρετὴν ἀνήκειν νομισθέντων οὐχ ὅπως ἐπηλήθευσε τὴν [p. 372] φήμην, ἀλλὰ καὶ ἐπηύξησεν, ὥστ᾽ εἰ καί τις ἠμφεσβήτει 1 πρότερον μήποτ᾽ ἂν ἐκ τῆς Ἀφροδίτης τὸν Αἰνείαν γενέσθαι, νῦν δὴ πιστευσάτω. [5] θεοῖς μὲν γὰρ ἤδη τινὲς οὐκ ἄξιοι παῖδες ἐπεφημίσθησαν: τούτου δὲ οὐδ᾽ ἂν εἷς ἀπαξιώσειεν θεοὺς τοὺς προγόνους γεγονέναι. ἐβασίλευσε μὲν γὰρ καὶ αὐτὸς ὁ Αἰνείας καὶ τῶν ἐγγόνων αὐτοῦ τινες: τοσούτῳ δὲ οὗτος ἀμείνων ἐκείνων ἐγένετο ὅσῳ οἱ μὲν Λαουινίου 2 καὶ [6] Ἄλβης ἐμονάρχησαν, οὗτος δὲ τῆς Ῥώμης οὐκ ἠθέλησε βασιλεῦσαι, καὶ οἱ μὲν τὴν κρηπῖδα τῆς πόλεως ἡμῶν προκατεβάλοντο, οὗτος δὲ ἐς τοσοῦτον αὐτὴν ἐπῆρεν ὥστε τά τε ἄλλα καὶ ἀποικίας μείζους ὧν ἐκεῖνοι πόλεων ἐβασίλευσαν καταστήσασθαι.
’