previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. ἔσχε δὲ ὧδε, καὶ αἰτίαν τήνδε θάνατος αὐτοῦ ἔλαβεν: οὐ γὰρ δὴ καὶ ἀναίτιον πάντῃ τὸ ἐπίφθονον ἐκτήσατο, πλὴν καθ᾽ ὅσον αὐτοὶ οἱ βουλευταὶ ταῖς τε καινότησι καὶ ταῖς ὑπερβολαῖς τῶν τιμῶν ἐξάραντές τε αὐτὸν καὶ φυσήσαντες ἔπειτα ἐπ᾽ αὐταῖς ἐκείναις καὶ ἐμέμφοντο καὶ διέβαλλον ὡς ἡδέως τέ σφας λαμβάνοντα καὶ [2] ὀγκηρότερον ἀπ᾽ αὐτῶν ζῶντα. ἔστι μὲν γὰρ ὅτε καὶ Καῖσαρ ἥμαρτε, δεξάμενός τέ τινα τῶν ψηφισθέντων οἱ καὶ πιστεύσας ὄντως αὐτῶν ἀξιοῦσθαι, πλεῖστον δὲ ὅμως ἐκεῖνοι, οἵτινες ἀρξάμενοι τιμᾶν αὐτὸν ὡς καὶ ἄξιον, προήγαγον [3] ἐς αἰτίαν οἷς ἐψηφίζοντο. οὔτε 1 γὰρ διωθεῖσθαι πάντα αὐτὰ ἐτόλμα, μὴ καὶ ὑπερφρονεῖν νομισθείη, οὔτ᾽ αὖ λαμβάνων ἀσφαλὴς εἶναι ἐδύνατο: 2 τὸ γὰρ ὑπερβάλλον τῶν τε τιμῶν καὶ τῶν ἐπαίνων χαυνοτέρους πως καὶ τοὺς πάνυ σώφρονας, ἄλλως τε 3 κἂν ἀληθῶς γίγνεσθαι δοκῶσι, ποιεῖ.

1 ou)/te Bk., ou) L.

2 e)du/nato St., h)du/nato L.

3 a)/llws te Rk., w(/ste L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: