ἐπεὶ δὲ ἐς τούτους τοὺς λόγους ἀφικόμην, 1 ἄρξομαι περὶ τῶν κοινῶν αὐτοῦ πολιτευμάτων λέγειν. καὶ γὰρ εἰ μὲν ἐν ἡσυχίᾳ ἐβεβιώκει, τάχ᾽ ἂν ἀνέλεγκτον 2 τὴν ἀρετὴν ἔσχεν: νῦν δὲ ἐπὶ πλεῖστον αὐξηθείς, καὶ μέγιστος οὐχ ὅτι τῶν καθ᾽ ἑαυτὸν ἀνθρώπων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων τῶν τι δυνηθέντων γενόμενος, ἐκπρεπέστερον [2] αὐτὴν ἐπεδείξατο. 3 ἐκείνους μὲν γὰρ σχεδόν τι πάντας αὕτη ἡ ἐξουσία διήλεγξε, τοῦτον δὲ ἐπὶ μᾶλλον ἐξέφηνε. τῷ γὰρ μεγέθει τῆς ἀρετῆς ἀντιπάλους πράξεις λαβὼν ἰσοστάσιος αὐταῖς ηὑρέθη, καὶ μόνος ἀνθρώπων τηλικαύτην αὑτῷ τύχην ἐξ ἀνδραγαθίας κτησάμενος οὔτε διέβαλεν [3] αὐτὴν οὔθ᾽ ὕβρισεν. ὅσα μὲν οὖν ἄλλως στρατευόμενος ἐλαμπρύνετο, ἢ ὅσα ἐν ταῖς ἐγκυκλίοις λειτουργίαις ἐμεγαλοφρονήσατο, παραλείψω, καίπερ τοσαῦτα ὄντα ὥστ᾽ ἄλλῳ τινὶ καὶ πάνυ ἂν ἐς ἔπαινον ἐξαρκέσαι: πρὸς γάρ τοι τὴν ἐπιφάνειαν τῶν μετὰ ταῦτα αὐτοῦ ἔργων σμικρολογεῖσθαι δόξω, ἂν καὶ ἐκεῖνα ἀκριβῶς ἐπεξίω: ὅσα δὲ δὴ ἄρχων 4 ὑμῶν ἔπραξε, ταῦτ᾽ [p. 380] [4] ἐρῶ μόνα. καὶ οὐδὲ ταῦτα μέντοι πάντα καθ᾽ ἕκαστον ἀκριβῶς διηγήσομαι: οὔτε γὰρ ἐξικέσθαι ποτ᾽ ἂν αὐτῶν δυνηθείην, καὶ πάμπολυν ἂν ὑμῖν ὄχλον ἄλλως τε καὶ εἰδόσι ταῦτα παράσχοιμι.
’