previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28.

καὶ ὅτι ταῦθ᾽ οὕτως ἔχει, καὶ ὑμεῖς ἔργῳ μεμαθήκατε. σκοπεῖτε δέ: ἴσχυσέ τινα χρόνον [p. 352] ἐν τοῖς στασιωτικοῖς Μάριος, εἶτ᾽ ἐκπεσὼν καὶ δύναμιν ἀθροίσας ἴστε οἷα εἰργάσατο. ὁμοίως Σύλλας, ἵνα μὴ τὸν Κίνναν μηδὲ τὸν Στράβωνα μηδὲ τοὺς ἄλλους τοὺς διὰ μέσου καταλέγω, δυνηθεὶς τὴν πρώτην, εἶτ᾽ ἐλαττωθείς, ἔπειτα δυναστεύσας οὐδὲν τι οὐχὶ τῶν δεινοτάτων ἔπραξε. τί γὰρ δεῖ τὸν Μάριον τὸν 1 δεύτερον τὸν Κίνναν ἐκεῖνον αὐτὸν τὸν Κάρβωνα ὀνομάζειν; 2 [2] μετὰ ταῦτα Λέπιδος ἰδίαν τέ τινα, ὡς δὴ καὶ τούτοις ἐπεξιών, στάσιν ἤγειρε, καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν ἐτάραξεν. ὡς δ᾽ ἀπηλλάγημέν ποτε καὶ τούτου, μέμνησθε ὅσα αὖ καὶ οἷα πρός τε τοῦ Σερτωρίου καὶ πρὸς τῶν ἄλλων τῶν [3] μετ᾽ αὐτοῦ φυγόντων ἐπάθομεν. τί δ᾽ Πομπήιος, τί δ᾽ Καῖσαρ αὐτὸς οὗτος; ἵνα μηδὲν ἐνταῦθα μήτε τοῦ Κατιλίνου μήτε τοῦ Κλωδίου μνημονεύσω. οὐ πρότερον μὲν 3 ἐπολέμησαν ἀλλήλοις, καὶ ταῦτα συγγενεῖς ὄντες, ἔπειτα μυρίων κακῶν οὐ μόνον τὴν πόλιν ἡμῶν καὶ τὴν λοιπὴν Ἰταλίαν, ἀλλὰ καὶ πᾶσαν ὡς εἰπεῖν τὴν οἰκουμένην [4] ἀνέπλησαν; ἆρ᾽ οὖν μετά τε τὸν τοῦ Πομπηίου θάνατον καὶ τὸν πολὺν ἐκεῖνον τῶν πολιτῶν ὄλεθρον ἡσυχία τις ἐγένετο; πόθεν; πολλοῦ γε καὶ δεῖ. οἶδε δὲ Ἀφρική, οἶδεν Ἰβηρία τὸ πλῆθος τῶν ἑκατέρωθι ἀπολομένων. [5] τί οὖν; ἐπί γε τούτοις εἰρηνήσαμεν; καὶ πῶς; ὁπότε κεῖται μὲν αὐτὸς Καῖσαρ οὕτω σφαγείς, κατέχεται δὲ τὸ Καπιτώλιον, καὶ πεπλήρωται μὲν ἀγορὰ τῶν ὅπλων, πεπλήρωται δὲ καὶ πᾶσα [p. 354]

1 to\n Xyl., to\ L.

2 This sentence savours strongly of an interpolation. Reiske bracketed it.

3 me\n added by Bk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: