previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. σὴν γυναῖκα νομιζέτω.’ ἀκούσας δὲ ταῦτα Βροῦτος ἐθαύμασε, καὶ οὐδὲν ἔτ᾽ αὐτὴν ἀπεκρύψατο, ἀλλὰ αὐτός τε ἐπὶ μᾶλλον ἐρρώσθη καὶ [2] ἐκείνῃ πάντα διηγήσατο. καὶ μετὰ τοῦτο τὸν Κάσσιον τὸν Γάϊον, σωθέντα μὲν καὶ αὐτὸν ὑπὸ τοῦ Καίσαρος καὶ προσέτι καὶ στρατηγίᾳ τιμηθέντα, τῆς δὲ 1 ἀδελφῆς ἄνδρα ὄντα, προσέλαβε. κἀκ τούτου [p. 330] καὶ τοὺς ἄλλους τοὺς τὰ αὐτά σφισι βουλομένους [3] ἤθροιζον. καὶ ἐγένοντο μὲν οὐκ ὀλίγοι: ἐγὼ δὲ τὰ μὲν τῶν ἄλλων ὀνόματα οὐδὲν δέομαι καταλέγειν, ἵνα μὴ καὶ δι᾽ ὄχλου γένωμαι, τὸν δὲ δὴ Τρεβώνιον τόν τε Βροῦτον τὸν Δέκιμον, 2 ὃν καὶ Ἰούνιον Ἀλβῖνόν τε ἐπεκάλουν, οὐ δύναμαι [4] παραλιπεῖν. πλεῖστα γὰρ καὶ οὗτοι εὐεργετηθέντες ὑπὸ τοῦ Καίσαρος, καὶ γε Δέκιμος 3 καὶ ὕπατος ἐς τὸ δεύτερον ἔτος ἀποδεδειγμένος καὶ τῇ Γαλατίᾳ τῇ πλησιοχώρῳ προστεταγμένος, ἐπεβούλευσαν αὐτῷ.

1 de\ Bk., te L.

2 *de/kimon, *de/kimos Leuncl., de/kion, de/kios L (and so in ch. 18).

3 *de/kimon, *de/kimos Leuncl., de/kion, de/kios L (and so in ch. 18).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: