previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὔπω δὲ ταῦτα Σύλλας ἐπέπυστο, πρὸς δὲ τὰς πρώτας ἀγγελίας καὶ φήμας ὑπὲρ αὐτοῦ δεδοικὼς ἐν τοσούτοις καὶ τηλικούτοις ἀναστρεφομένου στρατηγοῖς πολεμίοις, ἐδίωκε βοηθήσων. γνοὺς δὲ Πομπήϊος ἐγγὺς ὄντα προσέταξε τοῖς ἡγεμόσιν ἐξοπλίζειν καὶ [p. 132] διακοσμεῖν τὴν δύναμιν, ὡς καλλίστη τῷ αὐτοκράτορι καὶ λαμπροτάτη φανείη μεγάλας γὰρ ἤλπιζε παρ᾽ αὐτοῦ τιμάς, ἔτυχε δὲ μειζόνων, [2] ὡς γὰρ εἶδεν αὐτὸν Σύλλας προσιόντα καὶ τὴν στρατιὰν παρεστῶσαν εὐανδρίᾳ τε θαυμαστὴν καὶ διὰ τὰς κατορθώσεις ἐπηρμένην καὶ ἱλαράν, ἀποπηδήσας τοῦ ἵππου καὶ προσαγορευθείς, ὡς εἰκός, αὐτοκράτωρ ἀντιπροσηγόρευσεν αὐτοκράτορα τὸν Πομπήϊον, οὐδενὸς ἂν προσδοκήσαντος ἀνδρὶ νέῳ καὶ μηδέπω βουλῆς μετέχοντι κοινώσασθαι τοὔνομα τοῦτο Σύλλαν, περὶ οὗ Σκηπίωσι καὶ Μαρίοις ἐπολέμει. [3] καὶ τἆλλα δὲ ἦν ὁμολογοῦντα ταῖς πρώταις φιλοφροσύναις, ὑπεξανισταμένου τε προσιόντι τῷ Πομπηΐῳ καὶ τῆς κεφαλῆς ἀπάγοντος τὸ ἱμάτιον, πρὸς ἄλλον οὐ ῥᾳδίως ἑωρᾶτο ποιῶν, καίπερ ὄντων πολλῶν καὶ ἀγαθῶν περὶ αὐτόν.

[4] οὐ μὴν ἐκουφίσθη γε τούτοις Πομπήϊος, ἀλλ᾽ εὐθὺς εἰς τὴν Κελτικὴν ὑπ᾽ αὐτοῦ πεμπόμενος, ἣν ἔχων Μέτελλος ἐδόκει μηδὲν ἄξιον πράττειν τῆς παρασκευῆς, οὐ καλῶς ἔφη ἔχειν πρεσβύτερον καὶ προὔχοντα δόξῃ στρατηγίας ἀφαιρεῖσθαι, βουλομένῳ μέντοι τῷ Μετέλλῳ καὶ κελεύοντι συμπολεμεῖν καὶ βοηθεῖν ἕτοιμος εἶναι. [5] δεξαμένου δὲ τοῦ Μετέλλου καὶ γράψαντος ἥκειν, ἐμβαλὼν εἰς τὴν Κελτικὴν αὐτός τε καθ᾽ ἑαυτὸν ἔργα θαυμαστὰ διεπράττετο, καὶ τοῦ Μετέλλου τὸ μάχιμον καὶ θαρσαλέον ἤδη σβεννύμενον ὑπὸ γήρως αὖθις ἐξερρίπιζε καὶ συνεξεθέρμαινεν, ὥσπερ ῥέων καὶ πεπυρωμένος χαλκὸς τῷ πεπηγότι καὶ ψυχρῷ περιχυθεὶς λέγεται τοῦ πυρὸς μᾶλλον ἀνυγραίνειν καὶ συνανατήκειν. [6] ἀλλὰ [p. 134] γάρ, ὥσπερ ἀθλητοῦ πρωτεύσαντος ἐν ἀνδράσι καὶ τοὺς πανταχοῦ καθελόντος ἐνδόξως ἀγῶνας εἰς οὐδένα λόγον τὰς παιδικὰς τίθενται νίκας οὐδ᾽ ἀναγράφουσιν, οὕτως ἃς ἔπραξε τότε πράξεις Πομπήϊος, αὐτὰς καθ᾽ ἑαυτὰς ὑπερφυεῖς οὔσας, πλήθει δὲ καὶ μεγέθει τῶν ὑστέρων ἀγώνων καὶ πολέμων κατακεχωσμένας, ἐδεδίειν κινεῖν, μὴ περὶ τὰ πρῶτα πολλῆς διατριβῆς γενομένης τῶν μεγίστων καὶ μάλιστα δηλούντων τὸ ἦθος ἔργων καὶ παθημάτων τοῦ ἀνδρὸς ἀπολειφθῶμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: