[2] οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ εὐγνώμονα παρεῖχεν ἑαυτὸν ἐν τῷ κρατεῖν, ὃς καὶ τὰς ἐν Ἰβηρίᾳ τοῦ Πομπηΐου δυνάμεις ἑλὼν καὶ καταπολεμήσας ἀφῆκε τοὺς στρατηγούς, τοῖς δὲ στρατιώταις ἐχρῆτο. καὶ πάλιν ὑπερβαλὼν τὰς Ἄλπεις καὶ διαδραμὼν τὴν Ἰταλίαν εἰς Βρεντέσιον ἧκεν ἐν τροπαῖς ἤδη τοῦ χειμῶνος ὄντος: [3] καὶ διαπεράσας τὸ πέλαγος αὐτὸς μὲν εἰς Ὤρικον παρενέβαλεν, Οὐιβούλλιον1 δὲ τὸν Πομπηΐου φίλον αἰχμάλωτον ἔχων σὺν ἑαυτῷ πρὸς Πομπήϊον ἀνέστειλε, προκαλούμενος εἰς ἓν συνελθόντας ἀμφοτέρους ἡμέρᾳ τρίτῃ πάντα διαλῦσαι τὰ στρατεύματα καὶ γενομένους φίλους καὶ ὀμόσαντας ἐπανελθεῖν εἰς Ἰταλίαν. [4] ταῦτα Πομπήϊος αὖθις ἐνέδραν ἡγεῖτο: καὶ καταβὰς ὀξέως ἐπὶ θάλατταν κατέλαβε χωρία καὶ τόπους ἕδρας τε τοῖς πεζοῖς στρατοπέδοις ὑπεραλκεῖς ἔχοντα, καὶ ναύλοχα καὶ κατάρσεις ἐπιφόρους τοῖς ἐπιφοιτῶσι διὰ θαλάττης, ὥστε πάντα πνεῖν ἄνεμον Πομπηΐῳ σῖτον ἢ στρατιὰν ἢ χρήματα κομίζοντα, Καίσαρα δὲ δυσχερείαις κατὰ γῆν ὁμοῦ καὶ κατὰ θάλατταν περιεχόμενον ἐξ ἀνάγκης φιλομαχεῖν, [5] καὶ προσβάλλοντα τοῖς ἐρύμασι καὶ προκαλούμενον ἑκάστοτε τὰ μὲν πλεῖστα νικᾶν καὶ κρατεῖν τοῖς ἀκροβολισμοῖς, ἅπαξ δὲ μικροῦ συντριβῆναι καὶ τὴν στρατιὰν ἀποβαλεῖν, τοῦ Πομπηΐου λαμπρῶς ἀγωνισαμένου μέχρι τροπῆς ἁπάντων καὶ φόνου δισχιλίων, βιάσασθαι δὲ καὶ συνεισπεσεῖν μὴ δυνηθέντος ἢ φοβηθέντος, ὥστε εἰπεῖν Καίσαρα [p. 286] πρὸς τοὺς φίλους ὅτι Σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.