previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ Ῥώμῃ τοῦ ὑπάτου Πείσωνος ὀργῇ καὶ φθόνῳ λυμαινομένου τὴν παρασκευὴν καὶ διαλύοντος τὰ πληρώματα, τὸ μὲν ναυτικὸν εἰς Βρεντέσιον περιέπεμψεν, αὐτὸς δὲ διὰ Τυρρηνίας εἰς Ῥώμην ἀνέβαινεν. αἰσθόμενοι δὲ πάντες ἐξεχύθησαν εἰς τὴν ὁδόν, ὥσπερ οὐ πρὸ ἡμερῶν ὀλίγων ἐκπέμψαντες αὐτόν, [2] ἐποίει δὲ τὴν χαρὰν τὸ παρ᾽ ἐλπίδα τῆς μεταβολῆς τάχος, ὑπερβάλλουσαν ἀφθονίαν τῆς ἀγορᾶς ἐχούσης. ὅθεν Πείσων ἐκινδύνευσε τὴν ὑπατείαν ἀφαιρεθῆναι, Γαβινίου νόμον ἔχοντος ἤδη συγγεγραμμένον. ἀλλὰ καὶ τοῦτο διεκώλυσεν Πομπήϊος, καὶ τἆλλα χρηματίσας ἐπιεικῶς καὶ [p. 184] διαπραξάμενος ὧν ἐδεῖτο, καταβὰς εἰς Βρεντέσιον ἐξέπλευσεν. [3] ἐπειγόμενος δὲ τῷ καιρῷ καὶ παραπλέων τὰς πόλεις ὑπὸ σπουδῆς, ὅμως οὐ παρῆλθε τὰς Ἀθήνας, ἀναβὰς δὲ καὶ θύσας τοῖς θεοῖς καὶ προσαγορεύσας τὸν δῆμον εὐθὺς ἀπιὼν ἀνεγίνωσκεν εἰς αὐτὸν ἐπιγεγραμμένα μονόστιχα, τὸ μὲν ἐντὸς τῆς πύλης:
ἐφ᾽ ὅσον ὢν ἄνθρωπος οἶδας, ἐπὶ τοσοῦτον εἶ θεός:
τὸ δ᾽ ἐκτός:
προσεδοκῶμεν, προσεκυνοῦμεν, εἴδομεν, προπέμπομεν.
[4] ἐπεὶ δὲ τῶν συνεστώτων ἔτι καὶ πλανωμένων ἔξω πειρατηρίων ἐνίοις δεηθεῖσιν ἐπιεικῶς ἐχρήσατο καὶ παραλαβὼν τὰ πλοῖα καὶ τὰ σώματα κακὸν οὐδὲν ἐποίησεν, ἐπ᾽ ἐλπίδος χρηστῆς οἱ λοιποὶ γενόμενοι τοὺς μὲν ἄλλους διέφευγον ἡγεμόνας, Πομπηΐῳ δὲ φέροντες ἑαυτοὺς μετὰ τέκνων καὶ γυναικῶν ἐνεχείριζον. δὲ πάντων ἐφείδετο, καὶ μάλιστα διὰ τούτων τοὺς ἔτι λανθάνοντας ἐξιχνεύων καὶ λαμβάνων ἐκόλαζεν ὡς αὐτοὺς ἑαυτοῖς ἀνήκεστα συνειδότας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: