Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ δὲ
πλεῖστοι καὶ δυνατώτατοι γενεὰς μὲν αὑτῶν καὶ χρήματα καὶ τὸν ἄχρηστον ὄχλον ἐν φρουρίοις καὶ πολίσμασι καρτεροῖς περὶ τὸν Ταῦρον εἶχον ἀποκείμενα, τὰς δὲ ναῦς πληρώσαντες αὐτοὶ περὶ τὸ Κορακήσιον τῆς Κιλικίας ἐπιπλέοντα τὸν Πομπήϊον ἐδέξαντο: καὶ μάχης γενομένης νικηθέντες ἐπολιορκοῦντο. τέλος δὲ πέμψαντες ἱκετηρίας παρέδωκαν ἑαυτοὺς καὶ πόλεις καὶ νήσους ὧν ἐπεκράτουν
[p. 186]
ἐντειχισάμενοι, χαλεπὰς βιασθῆναι καὶ δυσπροσπελάστους.
[2]
κατελύθη μὲν οὖν ὁ πόλεμος καὶ τὰ
πανταχοῦ λῃστήρια τῆς θαλάσσης ἐξέπεσεν οὐκ
ἐν πλείονι χρόνῳ τριῶν μηνῶν, ναῦς δὲ πολλὰς
μὲν ἄλλας, ἐνενήκοντα δὲ χαλκεμβόλους παρέλαβεν.
αὐτοὺς δὲ δισμυρίων πλείονας γενομένους
ἀνελεῖν μὲν οὐδὲ ἐβουλεύσατο, μεθεῖναι δὲ καὶ
περιϊδεῖν σκεδασθέντας ἢ συστάντας αὖθις,
ἀπόρους καὶ πολεμικοὺς καὶ πολλοὺς1 ὄντας, οὐκ
ᾤετο καλῶς ἔχειν.
[3]
ἐννοήσας οὖν ὅτι φύσει μὲν
ἄνθρωπος οὔτε γέγονεν οὔτ᾽ ἔστιν ἀνήμερον ζῷον
οὐδ᾽ ἄμικτον, ἀλλ᾽ ἐξίσταται τῇ κακίᾳ παρὰ
φύσιν χρώμενος, ἔθεσι δὲ καὶ τόπων καὶ βίων
μεταβολαῖς ἐξημεροῦται, καὶ θηρία δὲ2 διαίτης
κοινωνοῦντα πρᾳοτέρας ἐκδύεται τὸ ἄγριον καὶ χαλεπόν, ἔγνω τοὺς ἄνδρας εἰς γῆν μεταφέρειν ἐκ τῆς θαλάσσης καὶ βίου γεύειν ἐπιεικοῦς, συνεθισθέντας ἐν πόλεσιν οἰκεῖν καὶ γεωργεῖν.
[4]
ἐνίους μὲν οὖν αἱ μικραὶ καὶ ὑπέρημοι τῶν Κιλίκων πόλεις ἐδέξαντο καὶ κατέμιξαν ἑαυταῖς χώραν προσλαβοῦσαι, τὴν δὲ Σολίων ἠρημωμένην ἔναγχος ὑπὸ Τιγράνου τοῦ Ἀρμενίων βασιλέως ἀναλαβὼν ἵδρυσε πολλοὺς ἐν αὐτῇ. τοῖς δὲ πολλοῖς οἰκητήριον ἔδωκε Δύμην τὴν Ἀχαΐδα, χηρεύουσαν ἀνδρῶν τότε, γῆν δὲ πολλὴν καὶ ἀγαθὴν ἔχουσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.