[3] ἐκ τούτου Πομπήϊος ἔτη μὲν τρία καὶ εἴκοσι γεγονώς, ὑπ᾽ οὐδενὸς δὲ ἀνθρώπων ἀποδεδειγμένος στρατηγός, αὐτὸς ἑαυτῷ δοὺς τὸ ἄρχειν, ἐν Αὐξίμῳ, πόλει μεγάλῃ, βῆμα θεὶς ἐν ἀγορᾷ, καὶ τοὺς πρωτεύοντας αὐτῶν ἀδελφοὺς δύο Οὐεντιδίους ὑπὲρ Κάρβωνος ἀντιπράττοντας διατάγματι μεταστῆναι τῆς πόλεως κελεύσας, στρατιώτας κατέλεγε, καὶ λοχαγοὺς καὶ ταξιάρχους κατὰ κόσμον ἀποδείξας ἑκάστοις τὰς κύκλῳ πόλεις ἐπῄει τὸ αὐτὸ ποιῶν. [4] ἐξανισταμένων δὲ καὶ ὑποχωρούντων ὅσοι τὰ Κάρβωνος ἐφρόνουν, τῶν δὲ ἄλλων ἀσμένως ἐπιδιδόντων αὑτούς, οὕτω κατανείμας ἐν ὀλίγῳ χρόνῳ τρία τάγματα τέλεια, καὶ τροφὴν πορίσας καὶ σκευαγωγὰ καὶ ἁμάξας καὶ τὴν ἄλλην πᾶσαν παρασκευήν, ἦγε πρὸς Σύλλαν, οὐκ ἐπειγόμενος οὐδὲ τὸ λαθεῖν ἀγαπῶν, ἀλλὰ διατρίβων καθ᾽ ὁδὸν ἐν τῷ κακῶς ποιεῖν τοὺς πολεμίους, καὶ πᾶν ὅσον ἐπῄει τῆς Ἰταλίας πειρώμενος ἀφιστάναι τοῦ Κάρβωνος.