[4] πραττομένων δὲ τούτων Βύβλος μὲν εἰς τὴν οἰκίαν κατακλεισάμενος ὀκτὼ μηνῶν οὐ προῆλθεν ὑπατεύων, ἀλλ᾽ ἐξέπεμπε διαγράμματα βλασφημίας ἀμφοῖν ἔχοντα καὶ κατηγορίας, Κάτων δὲ ὥσπερ ἐπίπνους καὶ φοιβόληπτος ἐν τῇ βουλῇ τὰ μέλλοντα τῇ πόλει καὶ τῷ Πομπηΐῳ προηγόρευε, Λεύκολλος δὲ ἀπειπὼν ἡσυχίαν ἦγεν ὡς οὐκέτι πρὸς πολιτείαν ὡραῖος: ὅτε δὴ καὶ Πομπήϊος ἔφη, γέροντι τὸ τρυφᾶν ἀωρότερον εἶναι τοῦ πολιτεύεσθαι. [5] ταχὺ μέντοι καὶ αὐτὸς ἐμαλάσσετο τῷ τῆς κόρης ἔρωτι καὶ προσεῖχεν ἐκείνῃ τὰ πολλὰ καὶ συνδιημέρευεν ἐν ἀγροῖς καὶ κήποις, ἠμέλει δὲ τῶν κατ᾽ ἀγορὰν πραττομένων, ὥστε καὶ Κλώδιον αὐτοῦ καταφρονῆσαι δημαρχοῦντα τότε καὶ θρασυτάτων ἅψασθαι πραγμάτων, ἐπεὶ γὰρ ἐξέβαλε Κικέρωνα, [6] καὶ Κάτωνα προφάσει στρατηγίας εἰς Κύπρον ἀπέπεμψε, Καίσαρος εἰς Γαλατίαν ἐξεληλακότος, αὑτῷ δὲ προσέχοντα τὸν δῆμον ἑώρα πάντα πράττοντι καὶ πολιτευομένῳ πρός χάριν, εὐθὺς ἐπεχείρει τῶν Πομπηΐου διατάξεων ἐνίας ἀναιρεῖν, καὶ Τιγράνην τὸν αἰχμάλωτον ἀφαρπάσας εἶχε σὺν αὑτῷ, καὶ τοῖς φίλοις δίκας ἐπῆγε, πεῖραν [p. 242] ἐν ἐκείνοις τῆς Πομπηΐου λαμβάνων δυνάμεως. [7] τέλος δέ, προελθόντος αὐτοῦ πρός τινα δίκην, ἔχων ὑφ᾽ αὑτῷ πλῆθος ἀνθρώπων ἀσελγείας καὶ ὀλιγωρίας μεστὸν αὐτὸς μὲν εἰς ἐπιφανῆ τόπον καταστὰς ἐρωτήματα τοιαῦτα προὔβαλλε: ‘τίς ἐστιν αὐτοκράτωρ ἀκόλαστος; τίς ἀνὴρ ἄνδρα ζητεῖ; τίς ἑνὶ δακτύλῳ κνᾶται τὴν κεφαλήν;’ οἱ δέ, ὥσπερ χορὸς εἰς ἀμοιβαῖα συγκεκροτημένος, ἐκείνου τὴν τήβεννον ἀνασείοντος ἐφ᾽ ἑκάστῳ μέγα βοῶντες ἀπεκρίναντο: ‘Πομπήϊος.’