previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ πρὸς Κίνναν εἰς τὸ στρατόπεδον πορευθεὶς ἐξ αἰτίας τινὸς καὶ διαβολῆς ἔδεισε καὶ ταχὺ λαθὼν ἐκποδὼν ἐποίησεν ἑαυτόν, οὐκ ὄντος ἐμφανοῦς αὐτοῦ θροῦς διῆλθεν ἐν τῷ στρατοπέδῳ καὶ λόγος ὡς ἀνῃρήκοι τὸν νεανίσκον Κίννας ἐκ δὲ τούτου οἱ πάλαι βαρυνόμενοι καὶ μισοῦντες ὥρμησαν ἐπ᾽ αὐτόν. δὲ φεύγων καὶ καταλαμβανόμενος ὑπό τινος τῶν λοχαγῶν γυμνῷ τῷ ξίφει διώκοντος προσέπεσε τοῖς γόνασι καὶ τὴν σφραγῖδα προὔτεινε πολύτιμον οὖσαν. [2] δὲ καὶ μάλα ὑβριστικῶς εἰπών, ‘ἀλλ᾽ οὐκ ἐγγύην ἔρχομαι σφραγιούμενος, ἀλλὰ ἀνόσιον καὶ παράνομον τιμωρησόμενος τύραννον.’ ἀπέκτεινεν αὐτόν. οὕτω δὲ τοῦ Κίννα τελευτήσαντος ἐδέξατο μὲν τὰ πράγματα καὶ συνεῖχε Κάρβων ἐμπληκτότερος ἐκείνου τύραννος, ἐπῄει δὲ Σύλλας τοῖς πλείστοις ποθεινός, ὑπὸ τῶν παρόντων κακῶν οὐδὲ δεσπότου μεταβολὴν μικρὸν ἡγουμένοις ἀγαθόν, εἰς τοῦτο προήγαγον αἱ συμφοραὶ τὴν πόλιν, ὡς δουλείαν ἐπιεικεστέραν ζητεῖν ἀπογνώσει τῆς ἐλευθερίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: