previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν μέν οὖν πολλῶν Φάβιος τὴν γνώμην ἀπαρτήσας εἰς τὸ θεῖον ἡδίω πρὸς τὸ μέλλον ἐποίησεν αὐτὸς δὲ πάσας θέμενος ἐν αὑτῷ τὰς τῆς νίκης ἐλπίδας, ὡς καὶ τοῦ θεοῦ τὰς εὐπραξίας δι᾽ ἀρετῆς καὶ φρονήσεως παραδιδόντος, τρέπεται πρὸς Ἀννίβαν, οὐχ ὡς διαμαχούμενος, ἀλλὰ χρόνῳ τὴν ἀκμὴν αὐτοῦ καὶ χρήμασι τὴν ἀπορίαν καὶ πολυανθρωπίᾳ τὴν ὀλιγότητα τρίβειν καὶ ὑπαναλίσκειν βεβουλευμένος, [2] ὅθεν ἀεὶ μετέωρος ἀπὸ τῆς ἵππου τῶν πολεμίων ἐν τόποις ὀρεινοῖς στρατοπεδεύων ἐπῃωρεῖτο, καθημένου μέν ἡσυχάζων, κινουμένου δὲ κατὰ τῶν ἄκρων κύκλῳ περιιὼν [p. 132] καὶ περιφαινόμενος ἐκ διαστήματος ὅσον ἀκοντὶ μὴ βιασθῆναι μάχεσθαι καὶ φόβον ὡς μαχησόμενος τοῖς πολεμίοις ἀπὸ τῆς μελλήσεως αὐτῆς παρέχειν. οὕτω δὲ παράγων τὸν χρόνον ὑπὸ πάντων κατεφρονεῖτο, καὶ κακῶς μέν ἤκουεν ἐν τῷ στρατοπέδῳ, κομιδῇ δὲ τοῖς πολεμίοις ἄτολμος ἐδόκει καὶ τὸ μηδὲν εἶναι πλὴν ἑνὸς ἀνδρὸς Ἀννίβου. [3] μόνος δ᾽ ἐκεῖνος αὐτοῦ τὴν δεινότητα, καὶ τὸν τρόπον πολεμεῖν ἐγνώκει, συνιδών, καὶ διανοηθεὶς ὡς πάσῃ τέχνῃ καὶ βίᾳ κινητέος ἐστὶν εἰς μάχην ἀνὴρ διαπέπρακται τὰ Καρχηδονίων, οἷς μέν εἰσι κρείττους ὅπλοις χρήσασθαι μὴ δυναμένων, οἷς δὲ λείπονται σώμασι καὶ χρήμασιν ἐλαττουμένων καὶ δαπανωμένων εἰς τὸ μηδέν, ἐπὶ πᾶσαν ἰδέαν στρατηγικῶν σοφισμάτων καὶ παλαις μάτων τ ρεπόμενος, καὶ πειρώμενος ὥσπερ δεινὸς ἀθλητὴς λαβὴν ζητῶν, προσέβαλλε καὶ διετάραττε καὶ μετῆγε πολλαχόσε τὸν Φάβιον, ἐκστῆσαι τῶν ὑπὲρ τῆς ἀσφαλείας λογισμῶν βουλόμενος.

[4] τῷ δ᾽ μέν γνώμη1 πίστιν ἔχουσα τοῦ συμφέροντος ἐν ἑαυτῇ βέβαιος εἱστήκει καὶ ἀμετάπτωτος: ἠνώχλει δ᾽ αὐτὸν ἵππαρχος Μινούκιος φιλομαχῶν ἀκαίρως καὶ θρασυνόμενος καὶ δημαγωγῶν τὸ στράτευμα μανικῆς φορᾶς καὶ κενῶν ἐλπίδων ὑπ᾽ αὐτοῦ πεπληρωμένον οἳ τὸν μέν Φάβιον σκώπτοντες καὶ καταφρονοῦντες Ἀννίβου παιδαγωγὸν ἀπεκάλουν, τὸν δὲ [p. 134] Μινούκιον μέγαν ἄνδρα καὶ τῆς Ῥώμης ἄξιον ἡγοῦντο [5] στρατηγόν δὲ μᾶλλον εἰς φρόνημα καὶ θράσος ἀνειμένος ἐχλεύαζε μὲν τὰς ἐπὶ τῶν ἄκρων στρατοπεδείας, ὡς καλὰ θέατρα τοῦ δικτάτορος ἀεὶ παρασκευαζομένου θεωρήσουσι πορθουμένην καὶ φλεγομένην τὴν Ἰταλίαν, ἠρώτα δὲ τοὺς φίλους τοῦ Φαβίου πότερον εἰς τὸν οὐρανὸν ἄρας ἀναφέρει τὸν στρατὸν ὡς τῆς γῆς ἀπεγνωκώς, νέφη καὶ ὁμίχλας προβαλλόμενος ἀποδιδράσκει τοὺς πολεμίους, [6] ταῦτα τῶν φίλων πρὸς τὸν Φάβιον ἀπαγγελλόντων καὶ τὴν ἀδοξίαν τῷ κινδύνῳ λῦσαι παραινούντων, ‘οὕτω μέντἄν,’ ἔφη, ‘δειλότερος νῦν εἶναι δοκῶ γενοίμην, εἰ σκώμματα καὶ λοιδορίας φοβηθεὶς ἐκπέσοιμι τῶν ἐμαυτοῦ λογισμῶν, καίτοι τὸ μέν ὑπὲρ πατρίδος οὐκ αἰσχρὸν δέος, δὲ πρὸς δόξαν ἀνθρώπων καὶ διαβολὰς καὶ ψόγους ἔκπληξις οὐκ ἀξίου τηλικαύτης ἀρχῆς ἀνδρός, ἀλλὰ δουλεύοντος ὧν κρατεῖν αὐτὸν καὶ δεσπόζειν κακῶς φρονούντων προσήκει.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: