previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ Σκηπίων μὲν οὐ μετὰ πολὺν χρόνον αὐτόν τε νικήσας μάχῃ κατὰ κράτος Ἀννίβαν καὶ καταβαλὼν τὸ φρόνημα καὶ καταπατήσας τῆς Καρχηδόνος ὑποπεσούσης, ἀπέδωκε μείζονα χαρὰν ἁπάσης ἐλπίδος τοῖς πολίταις, καὶ τὴν ἡγεμονίαν ὡς ἀληθῶςπολλῷ σάλῳ σεισθεῖσαν ὤρθωσε πάλιν:’ 1 Φάβιος δὲ Μάξιμος οὐ διήρκεσε τῷ βίῳ πρὸς τὸ τοῦ πολέμου τέλος, οὐδ᾽ ἤκουσεν Ἀννίβαν ἡττημένον, οὐδὲ τὴν μεγάλην καὶ βέβαιον εὐτυχίαν τῆς πατρίδος ἐπεῖδεν, ἀλλὰ περὶ ὃν χρόνον Ἀννίβας ἀπῆρεν ἐξ Ἰταλίας νόσῳ καμὼν ἐτελεύτησεν. [2] Ἐπαμεινώνδαν μὲν οὖν Θηβαῖοι δημοσίᾳ διὰ πενίαν, ἣν ἀπέλιπεν ἀνὴρ, ἔθαψαν οὐδὲν γὰρ οἴκοι τελευτήσαντος εὑρεθῆναι πλὴν ὀβελίσκον σιδηροῦν λέγουσι: Φάβιον δὲ Ῥωμαῖοι δημοσίᾳ μὲν οὐκ ἐκήδευσαν, ἰδίᾳ ἑκάστου τὸ σμικρότατον αὐτῷ τῶν νομισμάτων ἐπενεγκόντος, οὐχ ὡς δι᾽ ἔνδειαν προσαρκούντων, ἀλλ᾽ ὡς πατέρα τοῦ δήμου θάπτοντος, ἔσχε τιμὴν καὶ δόξαν θάνατος αὐτοῦ τῷ βίῳ πρέπουσαν.

1 πολλῷ ... πάλιν with Bekker, as adapted from (θεσὶ) πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν, Sophocles, Antigone, 163. Sintenis corrected ὤρθωσε to ὤρθωσεν, after Coraës, and printed the whole as an iambic trimeter verse.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: