previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτου Φάβιος μὲν ἀπέθετο τὴν ἀρχήν, ὕπατοι δ᾽ αὖθις ἀπεδείκνυντο. καὶ τούτων οἱ μὲν πρῶτοι διεφύλαξαν ἣν ἐκεῖνος ἰδέαν τοῦ πολέμου κατέστησε, μάχεσθαι μὲν ἐκ παρατάξεως φεύγοντες πρὸς Ἀννίβαν, τοῖς δὲ συμμάχοις ἐπιβοηθοῦντες καὶ τὰς ἀποστάσεις κωλύοντες: Τερέντιος δὲ Βάρρων εἰς τὴν ὑπατείαν προαχθεὶς ἀπὸ γένους ἀσήμου, βίου δὲ διὰ δημοκοπίαν καὶ προπέτειαν ἐπισήμου, δῆλος ἦν εὐθὺς ἀπειρίᾳ καὶ θρασύτητι τὸν περὶ τῶν ὅλων ἀναρρίψων κύβον. [2] ἐβόα γὰρ ἐν ταῖς ἐκκλησίαις μενεῖν1 τὸν πόλεμον ἄχρι οὗ Φαβίοις χρῆται στρατηγοῖς πόλις, αὐτὸς δὲ τῆς αὐτῆς ἡμέρας ὄψεσθαί τε καὶ νικήσειν τοὺς πολεμίους, ἅμα δὲ τούτοις τοῖς λόγοις συνῆγε καὶ κατέγραφε δύναμιν τηλικαύτην, ἡλίκῃ πρὸς οὐδένα πώποτε τῶν πολεμίων ἐχρήσαντο Ῥωμαῖοι. μυριάδες γὰρ ἐννέα δισχιλίων ἀνδρῶν δέουσαι συνετάχθησαν εἰς τὴν μάχην, μέγα δέος Φαβίῳ καὶ τοῖς νοῦν ἔχουσι Ῥωμαίων οὐ γὰρ ἤλπιζον ἕξειν ἀναφορὰν τὴν πόλιν ἐν τοσαύτῃ σφαλεῖσαν ἡλικίᾳ. [p. 160]

[3] διὸ καὶ τὸν συνάρχοντα τοῦ Τερεντίου Παῦλον Αἰμίλιον, ἄνδρα πολλῶν πολέμων ἔμπειρον, οὐκ ἀρεστὸν δὲ τῷ δήμῳ καὶ καταπλῆγα ἔκ τινος καταδίκης πρὸς τὸ δημόσιον αὐτῷ γεγενημένης, ἀνίστη καὶ παρεθάρρυνεν ἐπιλαμβάνεσθαι τῆς ἐκείνου μανίας, διδάσκων ὡς οὐ πρὸς Ἀννίβαν αὐτῷ μᾶλλον πρὸς Τερέντιον ὑπὲρ τῆς πατρίδος ἀγὼν ἔσοιτο σπεύδειν γὰρ μάχην γενέσθαι τὸν μὲν οὐκ αἰσθανόμενον τῆς δυνάμεως, τὸν δ᾽ αἰσθανόμενον τῆς περὶ αὑτὸν ἀσθενείας. [4]ἐγὼ δ᾽,’ εἶπεν, ‘ Παῦλε, Τερεντίου πιστεύεσθαι δικαιότερός εἰμι περὶ τῶν Ἀννίβου πραγμάτων διαβεβαιούμενος ὡς, εἰ μηδεὶς αὐτῷ μαχεῖται τοῦτον τὸν ἐνιαυτόν, ἀπολεῖται μένων ἀνὴρ φεύγων ἄπεισιν, γε καὶ νῦν νικᾶν καὶ κρατεῖν δοκοῦντι τῶν μὲν πολεμίων οὐδεὶς προσκεχώρηκε, τῆς δ᾽ οἴκοθεν δυνάμεως οὐδ᾽ τρίτη μοῖρα πάνυ περίεστι.’ [5] πρὸς ταῦτα λέγεται τὸν Παῦλον εἰπεῖνἐμοὶ μὲν, Φάβιε, τὰ ἐμαυτοῦ σκοποῦντι κρεῖττόν ἐστι τοῖς τῶν πολεμίων ὑποπεσεῖν δόρασιν πάλιν ταῖς ψήφοις τῶν πολιτῶν εἰ δ᾽ οὕτως ἔχει τὰ δημόσια πράγματα, πειράσομαι μᾶλλον σοὶ δοκεῖν ἀγαθὸς εἶναι στρατηγὸς πᾶσι τοῖς ἄλλοις ἐπὶ τἀναντία βιαζομένοις.’ ταύτην ἔχων τὴν προαίρεσιν Παῦλος ἐξῆλθεν ἐπὶ τὸν πόλεμον.

1 μενεῖν Sintenis2, after Coraës; MSS., Sintenis1, and Bekker, μένειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: