[3] πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέπεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας: εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ λοιποί,1 πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον. [4] ὁρῶν δ᾽ ὁ Ἀννίβας τήν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρ᾽ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν λόφον, ἐπέσχε τήν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀποτρεπομένων, λέγεται δ᾽ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς: ‘οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τήν ἐπὶ τῶν ἄκρων ταύτην καθημένην νεφέλην, ὅτι μετὰ ζάλης ποτὲ καὶ καταιγίδων ὄμβρον ἐκρήξει;’