previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῖς μὲν οὐν πύλαις ἐπέστησε τοὺς τὸν ἐκπίπτοντα καὶ προλείποντα τὴν πόλιν ὄχλον ἀπείρξοντας, πένθους δὲ καὶ τόπον καὶ χρόνον ὥρισε, κατ᾽ οἰκίαν ἀποθρηνεῖν κελεύσας ἐφ᾽ ἡμέρας τριάκοντα τὸν βουλόμενον: μετὰ δὲ ταύτας ἔδει πᾶν πένθος λύεσθαι καὶ καθαρεύειν τῶν τοιούτων τὴν πόλιν. [2] ἑορτῆς τε Δήμητρος εἰς τάς ἡμέρας ἐκείνας καθηκούσης βέλτιον ἐφάνη παραλιπεῖν ὅλως τάς τε θυσίας καὶ τὴν πομπήν τὸ μέγεθος τῆς συμφορᾶς ὀλιγότητι καὶ κατηφείᾳ τῶν συνερχομένων ἐλέγχεσθαι: καὶ γὰρ τὸ θεῖον ἥδεσθαι τιμώμενον ὑπὸ τῶν εὐτυχούντων. [3] ὅσα μέντοι πρὸς ἱλασμοὺς θεῶν τεράτων ἀποτροπὰς συνηγόρευον οἱ μάντεις ἐπράττετο. καὶ γὰρ εἰς Δελφοὺς ἐπέμφθη θεοπρόπος Πίκτωρ, συγγενὴς [p. 172] Φαβίου, καὶ τῶν Ἑστιάδων παρθένων δύο διεφθαρμένας εὑρόντες, τὴν μὲν, ὥσπερ ἐστὶν ἔθος, ζῶσαν κατώρυξαν, δ᾽ ὑφ᾽ ἑαυτῆς ἀπέθανε.

[4] μάλιστα δ᾽ ἄν τις ἀγάσαιτο τὸ φρόνημα καὶ τὴν πρᾳότητα τῆς πόλεως, ὅτε τοῦ ὑπάτου Βάρρωνος ἀπὸ τῆς φυγῆς ἐπανιόντος, ὡς ἄν τις αἴσχιστα καὶ δυσποτμότατα πεπραχὼς ἐπανίοι, ταπεινοῦ καὶ κατηφοῦς, ἀπήντησεν αὐτῷ περὶ τάς πύλας τε βουλὴ καὶ τὸ πλῆθος ἅπαν ἀσπαζόμενοι. [5] οἱ δ᾽ ἐν τέλει καὶ πρῶτοι τῆς γερουσίας, ὧν καὶ Φάβιος ἦν, ἡσυχίας γενομένης ἐπῄνεσαν, ὅτι τὴν πόλιν οὐκ ἀπέγνω μετὰ δυστυχίαν τηλικαύτην, ἀλλὰ πάρεστιν ἄρξων ἐπὶ τὰ πράγματα καὶ χρησόμενος τοῖς νόμοις καὶ τοῖς πολίταις ὡς σῴζεσθαι δυναμένοις,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: