[3] ὃ δὴ καὶ συνέβη, πρῶτον μὲν γὰρ ἀπέστειλε τὴν κούφην στρατιάν, ἔπειτα τοὺς ἱππεῖς, τέλος [p. 152] δ᾽ ὁρῶν τὸν Ἀννίβαν παραβοηθοῦντα τοῖς ἐπὶ τοῦ λόφου πάσῃ κατέβαινε τῇ δυνάμει συντεταγμένος, καὶ μάχην καρτερὰν θέμενος ἠμύνετο τοὺς ἀπὸ τοῦ λόφου βάλλοντας, συμπλεκόμενος καὶ ἴσα φερόμενος, ἄχρι οὗ καλῶς ἠπατημένον ὁρῶν ὁ Ἀννίβας καὶ γυμνὰ παρέχοντα τοῖς ἐνεδρεύουσι τὰ νῶτα τὸ σημεῖον αἴρει. [4] πρὸς δὲ τοῦτο πολλαχόθεν ἐξανισταμένων ἅμα καὶ μετὰ κραυγῆς προσφερομένων καὶ τοὺς ἐσχάτους ἀποκτιννύντων ἀδιήγητος κατεῖχε ταραχὴ καὶ πτοία τοὺς Ῥωμαίους, αὐτοῦ τε τοῦ Μινουκίου τὸ θράσος κατακέκλαστο, καὶ πρὸς ἄλλον ἄλλοτε τῶν ἡγεμόνων διεπάπταινεν, οὐδενὸς ἐν χώρᾳ μένειν τολμῶντος, ἀλλὰ πρὸς φυγὴν ὠθουμένων οὐ σωτήριον. οἱ γὰρ Νομάδες ἤδη κρατοῦντες κύκλῳ περιήλαυνον τὸ πεδίον καὶ τοὺς ἀποσκιδναμένους ἔκτεινον.