Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐκινήθησαν δὲ τότε πολλαὶ καὶ τῶν ἀπορρήτων καὶ χρησιμ́ων αὐτοῖς βίβλων, ἃς Σιβυλλείους καλοῦσι: καὶ λέγεται συνδραμεῖν ἔνια τῶν ἀποκειμένων ἐν αὐταῖς λογίων πρὸς τάς τύχας καὶ τάς πράξεις ἐκείνας. καὶ τὸ μὲν γνωσθὲν οὐκ ἦν ἑτέρῳ πυθέσθαι: προελθὼν δὲ ὁ δικτάτωρ εἰς τὸν
[p. 130]
ὄχλον εὔξατο τοῖς θεοῖς ἐνιαυτοῦ μὲν αἰγῶν καὶ σνῶν καὶ
προβάτων καὶ βοῶν ἐπιγονήν, ὅσην Ἰταλίας ὄρη καὶ πεδία καὶ ποταμοὶ καὶ λειμῶνες εἰς ὥραν ἐσομένην θρέψουσι, καταθύσειν ἅπαντα, θέας δὲ μουσικὰς καὶ θυμελικὰς ἄξειν ἀπὸ σηστερτίων τριακοσίων τριάκοντα τριῶν καὶ δηναρίων τριακοσίων τριάκοντα τριῶν ἔτι τριτημορίου προσόντος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.