previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διακληρωσαμένων δὲ τῶν ὑπάτων τὰς δυνάμεις, ὡς ἔστιν αὐτοῖς ἔθος, τὸ μὲν ἐπικουρεῖν μέλλον τοῖς συμμάχοις στράτευμα Καίσων Φάβιος παρέλαβε, θάτερον δὲ Λεύκιος ἔχων ἐπὶ τὴν Ἀντιατῶν ἦγε πόλιν. γενόμενος δὲ πλησίον τῶν ὁρίων καὶ κατιδὼν τὰς τῶν πολεμίων δυνάμεις, τότε μὲν ἀντικατεστρατοπέδευσεν ἐπὶ λόφου, ταῖς δ᾽ ἑξῆς ἡμέραις ἐξιόντων εἰς τὸ πεδίον τῶν πολεμίων θαμινὰ καὶ προκαλουμένων εἰς μάχην, ἡνίκα τὸν οἰκεῖον ἔχειν καιρὸν ὑπελάμβανεν, ἐξῆγε τὰς δυνάμεις: καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν παρακλήσει τε πολλῇ καὶ ἐπικελεύσει χρησάμενος, ἐκέλευσε σημαίνειν τὸ πολεμικόν: καὶ οἱ στρατιῶται τὸ σύνηθες ἀλαλάξαντες ἀθρόοι κατὰ σπείρας τε καὶ κατὰ λόχους συνέβαλλον. [2] ὡς δὲ τὰς λόγχας καὶ τὰ σαυνία καὶ ὅσα εἶχον ἑκηβόλα ἐξανάλωσαν, σπασάμενοι τὰ ξίφη συρράττουσιν ἀλλήλοις ἴσῃ τόλμῃ τε καὶ ἐπιθυμίᾳ τοῦ ἀγῶνος ἑκάτεροι χρώμενοι: ἦν τε, ὡς καὶ πρότερον ἔφην, παραπλήσιος αὐτοῖς τοῦ ἀγῶνος τρόπος, καὶ οὔτε σοφία καὶ ἐμπειρία Ῥωμαίων περὶ τὰς μάχας, χρώμενοι τὰ πολλὰ ἐπεκράτουν, [p. 256] οὔτε τὸ καρτερικὸν καὶ ταλαίπωρον ἐν τοῖς πόνοις διὰ πολλῶν ἠσκημένον ἀγώνων ἐπεκράτει: τὰ γὰρ αὐτὰ καὶ περὶ τοὺς πολεμίους ἦν, ἐξ οὗ Μάρκιον ἡγεμόνα Ῥωμαίων οὐ τὸν ἀφανέστατον στρατηλάτην ἔσχον: ἀλλ᾽ ἀντεῖχον ἑκάτεροι τῆς χώρας, ἐν τὸ πρῶτον ἔστησαν οὐχ ὑφιέμενοι. [3] ἔπειτα κατὰ μικρὸν οἱ Οὐολοῦσκοι ὑπεχώρουν ἐν κόσμῳ τε καὶ τάξει δεχόμενοι τοὺς Ῥωμαίους. στρατήγημα δὲ τοῦτ᾽ ἦν, ἵνα διασπάσωσί τ᾽ αὐτῶν τὰς τάξεις καὶ ἐξ ὑπερδεξιοῦ γένωνται χωρίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: