previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένοντο, πρώτη μὲν αὐτῷ δεξιωσομένη προσῆλθεν μήτηρ πένθιμά τ᾽ ἠμφιεσμένη τρύχη καὶ τὰς ὁράσεις ἐκτετηκυῖα ὑπὸ τῶν δακρύων, ἐλεεινὴ σφόδρα. ἣν Μάρκιος ἰδὼν ἄτεγκτος τέως καὶ στερρός, οἷος ἅπασι τοῖς ἀνιαροῖς ἀντέχειν, οὐθὲν ἔτι τῶν λελογισμένων φυλάττειν ἱκανὸς ἦν, ἀλλ᾽ ᾤχετο φερόμενος ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον, καὶ περιβαλὼν αὐτὴν ἠσπάζετο καὶ ταῖς ἡδίσταις φωναῖς ἀνεκάλει καὶ μέχρι πολλοῦ κλαίων τε καὶ περιέπων κατεῖχεν ἐκλελυμένην καὶ ῥέουσαν ἐπὶ τὴν γῆν. ὡς δὲ τῶν ἀσπασμῶν τῆς μητρὸς ἅλις εἶχε, τὴν γυναῖκα προσελθοῦσαν δεξιωσάμενος ἅμα τοῖς τέκνοις εἶπεν: [2] ἀγαθῆς γυναικὸς ἔργον ἐποίησας, Οὐολουμνία, μείνασα παρὰ τῇ μητρί μου καὶ οὐκ ἐγκαταλιποῦσα τὴν ἐρημίαν αὐτῆς ἔμοιγε πασῶν ἡδίστην [p. 192] κεχάρισαι δωρεάν. μετὰ ταῦτα τῶν παιδίων ἑκάτερον προσαγόμενος καὶ τοὺς προσήκοντας ἀσπασμοὺς ἀποδούς, ἐπέστρεψεν αὖθις πρὸς τὴν μητέρα καὶ λέγειν ἐκέλευσε, τίνος δεομένη πάρεστιν. δὲ πάντων ἀκουόντων ἔφησεν ἐρεῖν, οὐθενὸς γὰρ ἀνοσίου δεήσεσθαι, παρεκάλει τ᾽ αὐτόν, ἐν καθεζόμενος εἰώθει χωρίῳ [3] δικάζειν τοῖς ὄχλοις, ἐν τούτῳ καθίσαι. καὶ Μάρκιος ἀσμένως τὸ ῥηθὲν ἐδέξατο ὡς δὴ περιουσίᾳ τε πολλῇ τῶν δικαίων πρὸς τὴν ἔντευξιν αὐτῆς χρησόμενος καὶ ἐν καλῷ ποιούμενος τοῖς ὄχλοις τὴν ἀπόκρισιν. ἐλθὼν δ᾽ ἐπὶ τὸ στρατηγικὸν βῆμα πρῶτον μὲν ἐκέλευσε τοῖς ὑπηρέταις καθελεῖν ἀπ᾽ αὐτοῦ τὸν δίφρον καὶ θεῖναι χαμαί, μητρὸς ὑψηλότερον οὐκ οἰόμενος δεῖν τόπον ἔχειν, οὐδ᾽ ἐξουσίᾳ χρῆσθαι κατ᾽ ἐκείνης οὐδεμιᾷ: ἔπειτα παρακαθισάμενος τοὺς ἐπιφανεστάτους τῶν θ᾽ ἡγεμόνων καὶ λοχαγῶν, καὶ τῶν ἄλλων ἐάσας παρεῖναι τὸν βουλόμενον, ἐκέλευσε τὴν μητέρα λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: