ὅτι μὲν οὐ δίκαια πέπονθας ὑπὸ τοῦ δήμου, ὦ Μάρκιε, μετ᾽ αἰτίας αἰσχρᾶς ἐξελασθεὶς ἐκ τῆς πατρίδος, ἅπαντες ἴσμεν: καὶ οὐδὲν οἰόμεθά σε ποιεῖν θαυμαστόν, εἰ χαλεπαίνεις καὶ ἀγανακτεῖς ἐπὶ ταῖς τύχαις. κοινὸς γὰρ δὴ τῆς ἁπάντων φύσεως οὗτος [p. 156] ὁ νόμος, ἐχθρὸν εἶναι τῷ δράσαντι τὸ πεπονθὸς κακῶς. [2] ὅτι δ᾽ οὐ μετὰ λογισμοῦ σώφρονος ἐξετάζεις, οὓς ἀμύνεσθαί τε καὶ τιμωρεῖσθαί σοι προσῆκεν, οὐδὲ μετριάζεις περὶ τὴν ἀνάπραξιν τῆς δίκης, ἀλλ᾽ ἐν ταὐτῷ τίθεσαι τά τ᾽ ἀναίτια τοῖς αἰτίοις καὶ τὰ φίλια τοῖς πολεμίοις, νόμους τε κινεῖς φύσεως ἀκινήτους καὶ τὰ πρὸς τοὺς θεοὺς συνταράττεις ὅσια, καὶ οὐδὲ σεαυτὸν ἐξ ὧν τε καὶ ὅστις ἔφυς ἔτι μέμνησαι, τοῦτο τεθαυμάκαμεν. [3] ἥκομέν τ᾽ ἀποσταλέντες ὑπὸ τοῦ κοινοῦ πρέσβεις οἱ προὔχοντες ἡλικίᾳ τῶν πατρικίων καὶ περὶ σὲ προθυμότατοι μεμιγμένην φέροντες δικαιολογίαν παραιτήσει, καὶ ἐφ᾽ οἷς ἀξιοῦμέν σε διαλύσεσθαι τὴν ἔχθραν, πρὸς τὸν δῆμον ἀπαγγελοῦντες: πρὸς δὲ τούτοις, ἃ νομίζομεν εἶναι κάλλιστα καὶ συμφορώτατά σοι, ταῦτα παραινέσοντες.