previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀρχέτω δ᾽ περὶ τῶν δικαίων λόγος. συνέστη τὸ δημοτικὸν ἐπὶ σοὶ παροξυνθὲν ὑπὸ τῶν δημάρχων, καὶ ἧκον ὡς ἀποκτενοῦντές σε ἄκριτον, οἷς φοβερὸς ἦσθα. τοῦτο τὸ ἔργον ἐκωλύσαμεν ἡμεῖς οἱ ἐκ τοῦ συνεδρίου καὶ παρέσχομέν σοι μηθέν, μὴ δίκαιον ἦν τότε παθεῖν. μετὰ τοῦτο προὐκαλοῦντό σε οἱ κωλυθέντες ἀνελεῖν ἐπὶ δίκην, αἰτιασάμενοι πονηροὺς κατ᾽ αὐτῶν εἰπεῖν ἐν τῇ βουλῇ λόγους. [2] ἐνέστημεν καὶ πρὸς τοῦτο, ὡς οἶσθα, καὶ οὐκ ἐπετρέψαμεν οὔτε γνώμης οὔτε λόγων ὑποσχεῖν σε δίκας. ἀποτυχόντες [p. 157] καὶ τούτου τελευτῶντες ἧκον ἐφ᾽ ἡμᾶς αἰτιώμενοί σε τυραννίδι ἐπιχειρεῖν. ταύτην αὐτὸς ὑπέμεινας ἀπολογήσασθαι τὴν αἰτίαν, ἐπειδὴ πάμπολυ ἀπεῖχες αὐτῆς, καὶ παρέσχες τοῖς δημοτικοῖς περὶ σεαυτοῦ τὴν ψῆφον ἀναλαβεῖν. [3] βουλὴ δὲ καὶ τότε παρῆν καὶ πολλὰς ἐποιεῖτο δεήσεις περὶ σοῦ. τίνος οὖν ἡμεῖς οἱ πατρίκιοι τῶν συμβεβηκότων σοι κακῶν γεγόναμεν αἴτιοι, καὶ διὰ τί πολεμεῖς ἡμῖν τοσαύτην εὔνοιαν ἀποδειξαμένοις περὶ σὲ κατὰ τὸν τότε ἀγῶνα; ἀλλὰ μὴν οὐδὲ τὸ δημοτικὸν ἅπαν ἐξελασθῆναί σε βουλόμενον εὑρέθη: δυσὶ γοῦν ψήφοις ἑάλως μόναις, ὥστ᾽ οὐδὲ τούτοις ἂν εἴης σὺν δίκῃ πολέμιος, οἵ σε ὡς οὐδὲν ἀδικοῦντα ἀπέλυσαν. [4] τίθημι δ᾽, εἰ βούλει, πᾶσι μὲν τοῖς δημόταις δόξαν, ὅλῃ δὲ τῇ βουλῇ φανὲν ταύτῃ χρήσασθαί σε τῇ συμφορᾷ, καὶ δίκαιον εἶναί σου τὸ πρὸς ἅπαντας ἡμᾶς μῖσος: ἀλλ᾽ αἱ γυναῖκές σε, Μάρκιε, τί δεινὸν εἰργάσαντο, ἀνθ᾽ ὅτου πολεμεῖς αὐταῖς; ποίαν ἐπενέγκασαι περὶ φυγῆς ψῆφον τίνας εἰποῦσαι κατὰ σοῦ πονηροὺς λόγους; [5] τί δ᾽ οἱ παῖδες ἡμῶν δράσαντες διανοηθέντες ἀδικεῖν περὶ σοῦ κινδυνεύουσιν ὑπὲρ αἰχμαλωσίας καὶ τῶν ἄλλων, παθεῖν αὐτοὺς εἰκός, ἐὰν πόλις ἁλῷ; οὐ τὰ δίκαια διαιτᾷς, Μάρκιε, καὶ εἰ τοῦτον οἴει δεῖν τὸν τρόπον τὰ ὑπαίτια καὶ ἐχθρὰ μισεῖν, ὥστε μηδὲ τῶν ἀναιτίων φείδεσθαι καὶ φιλίων, οὐκ ἄρα τὰ προσήκοντα ἀνδρὶ ἀγαθῷ [p. 158] [6] φρονεῖς. ἵνα δὲ πάντα ταῦτα ἀφῶ, τί ἂν ἔχοις εἰπεῖν, πρὸς Διός, εἴ τις ἔροιτό σε, τοὺς δὲ δὴ τάφους τῶν προγόνων τί παθὼν ὑπ᾽ αὐτῶν ἀνασκάπτεις καὶ τιμάς, ἃς κομίζονται παρ᾽ ἀνθρώπων, ἀφαιρῇ; θεῶν δὲ βωμοὺς καὶ τεμένη καὶ νεὼς τίνος ἀδικήματος ὀργῇ συλᾷς καὶ κατακαίεις καὶ ἀνατρέπεις καὶ σεβασμῶν οὐκ ἐᾷς τυγχάνειν τῶν νομίμων; τί πρὸς ταῦτα φαίης ἄν; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ. [7] ταῦτά σοι περί τε ἡμῶν αὐτῶν, Μάρκιε, τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τῶν ἄλλων πολιτῶν, οὓς ἀπολέσαι προθυμῇ κακὸν οὐδὲν ὑπ᾽ αὐτῶν πεπονθώς, τάφων τε καὶ ἱερῶν καὶ πόλεως τῆς γειναμένης τε καὶ θρεψαμένης τὰ δίκαια εἰρήσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: