previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα δὲ πράττοντες καὶ παρασκευαζόμενοι τῆς τ᾽ ἐλπίδος οὔπω ἀφιστάμενοι ὡς δυνατὸν ὑπάρχον ἔτι μεταπεισθῆναι τὸν Μάρκιον, εἰ μείζονι καὶ τιμιωτέρᾳ πρεσβείᾳ δεηθεῖεν αὐτοῦ, ψηφίζονται τούς θ᾽ ἱεροφάντας καὶ τοὺς οἰωνοσκόπους καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι τιμήν τινα ἱερὰν λειτουργίαν περὶ τὰ θεῖα δημοτελῆ λαβόντες εἶχον: εἰσὶ δὲ παρ᾽ αὐτοῖς ἱερεῖς καὶ θεραπευταὶ θεῶν πάνυ πολλοὶ καὶ αὐτοὶ οὗτοι διαφανέστατοι τῶν ἄλλων κατά τ᾽ οἴκους πατέρων καὶ ἀρετῆς οἰκείας ἀξίωσιν: ἔχοντας ἅμ᾽ αὐτοῖς τῶν ὀργιαζομένων τε καὶ θεραπευομένων θεῶν τὰ σύμβολα καὶ τὰς ἱερὰς ἀμπεχομένους ἐσθῆτας ἀθρόους ἐπὶ τὸν χάρακα τῶν πολεμίων πορεύεσθαι τοὺς αὐτοὺς φέροντας τοῖς προτέροις λόγους. [2] ὡς δ᾽ ἀφίκοντο οἱ ἄνδρες καὶ ἔλεξαν, ὅσα βουλὴ αὐτοῖς ἐπέστελλεν, [p. 181] οὐδὲ τούτοις ἔδωκεν Μάρκιος ἀπόκρισιν ὑπὲρ ὧν ἠξίουν, ἀλλ᾽ τὰ κελευόμενα ποιεῖν συνεβούλευεν ἀπιόντας, εἰ θέλουσιν εἰρήνην ἄγειν, προσδέχεσθαι τὸν πόλεμον ἥξοντα πρὸς τὴν πόλιν, καὶ τὸ λοιπὸν ἀπεῖπε μὴ διαλέγεσθαι πρὸς αὐτόν. [3] ὡς δὲ καὶ ταύτης ἀπέτυχον τῆς πείρας οἱ Ῥωμαῖοι, πᾶσαν ἐλπίδα διαλλαγῆς ἀπογνόντες ὡς πολιορκησόμενοι παρεσκευάζοντο τοὺς μὲν ἀκμαιοτάτους ὑπὸ τῇ τάφρῳ καὶ παρὰ ταῖς πύλαις %5τάξαντες, τοὺς δ᾽ ἀφειμένους ἤδη στρατείας, οἷς ἔτι τὰ σώματα ἱκανὰ ἦν κακοπαθεῖν, ἐπὶ τοῖς τείχεσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: