previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀπὸ δὲ ταύτης ἀναστήσας τῆς πόλεως ἤλαυνε τὸν στρατὸν ἐπὶ Βοίλλας, ἐπιφανῆ τότε οὖσαν καὶ ἐν ὀλίγαις πάνυ ταῖς ἡγουμέναις τοῦ Λατίνων γένους πόλεσιν ἐξεταζομένην. οὐ προσδεξαμένων δ᾽ αὐτὸν τῶν ἔνδον, ἀλλὰ τῷ τ᾽ ἐρύματι πιστευόντων ἐχυρῷ γε σφόδρα ὄντι καὶ τῷ πλήθει τῶν ἀπ᾽ αὐτοῦ μαχησομένων παρακαλέσας τὴν δύναμιν ἀγωνίζεσθαι προθύμως καὶ τοῖς πρώτοις ἐπιβᾶσι τοῦ τείχους μεγάλας δωρεὰς ὑποσχόμενος ἔργου εἴχετο: καὶ γίνεται μάχη περὶ τῇ πόλει ταύτῃ καρτερά. [2] οὐ γὰρ μόνον ἀπὸ τοῦ τείχους ἠμύνοντο τοὺς προσιόντας οἱ Βοιλλανοί, ἀλλὰ καὶ τὰς πύλας ἀνοίξαντες ἐξέθεον ἀθρόοι καὶ κατὰ τοῦ πρανοῦς ἐώθουν βίᾳ τοὺς ὑφισταμένους: φόνος τε [p. 152] πλεῖστος αὐτόθι τῶν Οὐολούσκων ἐγένετο καὶ χρόνος τῆς τειχομαχίας πολὺς τοῦ τε κρατήσειν τῆς πόλεως ἄπορος ἅπασιν ἐλπίς. ἀλλὰ τῶν ἀπολλυμένων ἄδηλον ἐποίει τὴν ἀπουσίαν στρατηγὸς ἀντικαθιστὰς ἑτέρους, τῶν δὲ καμνόντων παρεθάρρυνε τὴν ἀθυμίαν ἐπὶ τὸ πονοῦν μέρος τῆς στρατιᾶς αὐτὸς ὠθούμενος. ἦν δ᾽ οὐχ λόγος αὐτοῦ μόνον ἐπαγωγὸς εἰς τὸ εὔψυχον, ἀλλὰ καὶ τὰ ἔργα. πάντα γὰρ ὑφίστατο κίνδυνον καὶ οὐδεμιᾶς πείρας ἀπελείφθη, τέως ἑάλω τὸ [3] τεῖχος. κρατήσας δὲ καὶ ταύτης σὺν χρόνῳ τῆς πόλεως καὶ τῶν ἁλόντων τοὺς μὲν ἐν χειρῶν νόμῳ διαφθείρας, τοὺς δ᾽ αἰχμαλώτους λαβὼν ἀπῆγε τὴν δύναμιν ἐπιφανεστάτην νίκην ἐξενεγκάμενος καὶ λάφυρα κάλλιστα καὶ πλεῖστα ἄγων, χρήμασί τε παμπόλλοις, ὧν ἐγκρατὴς ἐγένετο: ἦν δ᾽ αὐτόθι ὅσα ἐν οὐδενὶ τῶν ἁλόντων χωρίων: πλουτίσας τὴν στρατιάν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: