previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἧκον δὲ αὐτῷ καὶ οἱ σατράπαι οἱ ἐκ τῶν πόλεών τε τῶν νεοκτίστων καὶ τῆς ἄλλης γῆς τῆς δοριαλώτου παῖδας ἡβάσκοντας ἤδη ἐς τρισμυρίους ἄγοντες τὴν αὐτὴν ἡλικίαν γεγονότας, οὓς Ἐπιγόνους ἐκάλει Ἀλέξανδρος, κεκοσμημένους Μακεδονικοῖς ὅπλοις καὶ τὰ πολέμια ἐς τὸν τρόπον τὸν Μακεδονικὸν ἠσκημένους. [2] καὶ οὗτοι ἀφικόμενοι λέγονται ἀνιᾶσαι Μακεδόνας, ὡς πάντα δὴ μηχανωμένου Ἀλεξάνδρου ὑπὲρ τοῦ μηκέτι ὡσαύτως δεῖσθαι Μακεδόνων: εἶναι γὰρ οὖν καὶ Μηδικὴν τὴν Ἀλεξάνδρου στολὴν ἄλγος οὐ σμικρὸν Μακεδόσιν ὁρωμένην καὶ τοὺς γάμους ἐν τῷ νόμῳ τῷ Περσικῷ ποιηθέντας οὐ πρὸς θυμοῦ γενέσθαι τοῖς πολλοῖς αὐτῶν, οὐδὲ τῶν γημάντων ἔστιν οἷς, καίτοι τῇ ἰσότητι τῇ ἐς τὸν βασιλέα μεγάλως τετιμημένοις. [3] Πευκέστας τε Περσῶν σατράπης τῇ τε σκευῇ καὶ τῇ φωνῇ περσίζων ἐλύπει αὐτούς, ὅτι τῷ βαρβαρισμῷ αὐτοῦ ἔχαιρεν Ἀλέξανδρος, καὶ οἱ Βακτρίων δὲ καὶ οἱ Σογδιανῶν καὶ Ἀραχωτῶν ἱππεῖς καὶ Ζαραγγῶν δὲ καὶ Ἀρείων καὶ Παρθυαίων καὶ ἐκ Περσῶν οἱ Εὐάκαι καλούμενοι ἱππεῖς καταλοχισθέντες εἰς τὴν ἵππον τὴν ἑταιρικὴν ὅσοι αὐτῶν κατ᾽ ἀξίωσιν καὶ κάλλει τοῦ σώματος τῇ ἄλλῃ ἀρετῇ ὑπερφέροντες ἐφαίνοντο, καὶ πέμπτη ἐπὶ τούτοις ἱππαρχία προσγενομένη, οὐ βαρβαρικὴ πᾶσα, [4] ἀλλὰ ἐπαυξηθέντος γὰρ τοῦ παντὸς ἱππικοῦ κατελέγησαν ἐς αὐτὸ τῶν βαρβάρων, τῷ τε ἀγήματι προσκαταλεγέντες Κωφής τε Ἀρταβάζου καὶ Ὑδάρνης καὶ Ἀρτιβόλης οἱ Μαζαίου, καὶ Σισίνης καὶ Φραδασμένης [καὶ] οἱ Φραταφέρνου τοῦ Παρθυαίων καὶ Ὑρκανίας σατράπου παῖδες, [5] καὶ Ἰτάνης Ὀξυάρτου [p. 297] μὲν παῖς, Ῥωξάνης δὲ τῆς γυναικὸς Ἀλεξάνδρου ἀδελφός, καὶ Αἰγοβάρης καὶ τούτου ἀδελφὸς Μιθροβαῖος, καὶ ἡγεμὼν ἐπὶ τούτοις ἐπισταθεὶς Ὑστάσπης Βάκτριος, καὶ τούτοις δόρατα Μακεδονικὰ ἀντὶ τῶν βαρβαρικῶν μεσαγκύλων δοθέντα, — ταῦτα πάντα ἐλύπει τοὺς Μακεδόνας, ὡς πάντῃ δὴ βαρβαρίζοντος τῇ γνώμῃ Ἀλεξάνδρου, τὰ δὲ Μακεδονικὰ νόμιμά τε καὶ αὐτοὺς Μακεδόνας ἐν ἀτίμῳ χώρᾳ ἄγοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: