[2] ἐχόμενοι δὲ τούτων ἐτάχθησαν οἱ ὑπασπισταὶ τῶν ἑταίρων, ὧν ἡγεῖτο Νικάνωρ ὁ Παρμενίωνος: ἐπὶ δὲ τούτοις ἡ Περδίκκου τοῦ Ὀρόντου [p. 27] φάλαγξ: ἐπὶ δὲ ἡ Κοίνου τοῦ Πολεμοκράτους: [ἐπὶ δὲ ἡ Κρατεροῦ τοῦ Ἀλεξάνδρου:] ἐπὶ δὲ ἡ Ἀμύντου τοῦ Ἀνδρομένους: ἐπὶ δὲ ὧν Φίλιππος ὁ Ἀμύντου ἦρχε.