[6] Περδίκκας δὲ ἐς τὴν πόλιν ἐφ᾽ ἥντινα ἐστάλη ἀφικόμενος τὴν μὲν πόλιν ἐρήμην καταλαμβάνει, μαθὼν δὲ ὅτι οὐ πρὸ πολλοῦ πεφεύγεσαν ἐξ αὐτῆς οἱ ἐνοικοῦντες δρόμῳ ἤλαυνε κατὰ στίβον τῶν φευγόντων: οἱ δὲ ψιλοὶ ὡς τάχους ποδῶν εἰχον αὐτῷ ἐφείποντο. καταλαβὼν δὲ τῶν φευγόντων κατέκοψεν ὅσοι γε μὴ ἔφθασαν ἐς τὰ ἕλη ξυμφυγόντες.