[3] καταθεὶς δὲ τραπέζας ἐν τῷ στρατοπέδῳ καὶ ἐπὶ τούτων χρυσίον καὶ τοὺς ἐπιμελησομένους τῆς δόσεως ἑκάστοις, ὅστις συμβόλαιον ἐπεδείκνυτο, ἐπιλύεσθαι τὰ χρέα ἐκέλευεν οὐκ ἀπογραφομένους ἔτι τὰ ὀνόματα. καὶ οὕτω δὴ ἐπίστευσάν τε ἀληθεύειν ᾿ λέξανδρον καὶ σὺν χάριτι μείζονι ἐγίγνετο αὐτοῖς τὸ μὴ γνωσθῆναι μᾶλλόν τι ἢ τὸ παύσασθαι ὀφείλοντας. λέγεται δὲ γενέσθαι ἡ δόσις αὕτη τῇ στρατιᾷ ἐς τάλαντα δισμύρια.